Ancient Greek
Poem 3808
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 3808
Not analysed yet
Ἑρμείης ὅδ΄ ἔληξε διάκτορος Ἀφθονΐοιο
γῆρυν θεσπιέπειαν ἐπίδμονα ῥητροσυνάων
προφρονέως ἐρέων, ναετῆρος Ἀντιοχείης,
Τζέτζης ἣν τολύπευσεν, ἀριστοπόνοισιν ἀέθλοις·
ὄλβια δῶρα λαβὼν οὐ τηϋσίοις καμάτοισιν,
ὄλβια δῶρα λαβών, καὶ ἑταίρους ἀμφαγαπάζων.