Ancient Greek
Poem 3924
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 3924
Not analysed yet
Χαίρουσιν πάντες ξένοι καὶ ὁδοιπόροι
θεασάμενοι τὰ τῆς αὐτῶν πατρίδος·
ὅμοιον χαίρειν θαλαττοναυαγοῦντας
ἐν τῷ λιμένι, ὅταν διασωθῶσιν.
Χαίρω κἀγὼ δὲ ὅταν πολυυμνῶ σου
τὰς ἐγκωμίους ᾠδὰς τῶν ὑμνογράφων,
αἷς ἀνυμνοῦσιν τὴν δόξαν σου, παρθένε.
Τὰς προρρηθείσας πρεσβείας σου, παρθένε,
σωθῶσιν πάντες οἵ σὲ ὁμολογοῦσιν
καὶ οἵ τὴν ταύτην τὴν βίβλον ἀναπτύειν
ἐν τῷ αἰῶνι τῷ μέλλοντι καὶ τόδε
ὁ σὸς οἰκέτης ταῦτα σχεδογραφήσας.