Ancient Greek
Poem 4209
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 4209
Not analysed yet
Ἐκ τῶν προκλικῶν κρημνογράφων ῥημάτων
ἡ βίβλος εἶχε κυκεῶνα καὶ ζάλην
καὶ μακρὰ μικροῖς καὶ γραφὰς πολυστίχους.
Τζέτζης δὲ πληρῶν φιλτροκίνητον πόθον
τὸν Πρόκλον ἀφεὶς καὶ τὰ τοῦ Πρόκλου γράφειν,
ἁβρῶς ὁμοῦ τε καὶ σαφῶς καὶ συντόμως,
τὴν ἀσκραικὴν ἡμερῶν ταύτην βίβλον
σχολιογραφῶν ἐκ νοὸς καταρτύει.