Ancient Greek
Poem 5087
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5087
Not analysed yet
Τὴν ἱστορίαν τῶν χρόνων ἀρξαμένην
ἀφ᾽ οὗ τὸ πᾶν ἔσχηκε σύστασις τόδε
καὶ πρὸς χρόνους φθάσασαν Ἰσαακίου,
ὅς πρῶτος ἔσχε Κομνηνῶν σκῆπτρον κράτους.
Γράμμασιν ὧδε συνέλεξεν ἰδίοις
Γεώργιος πρόεδρος ὢν ἐκ τῆς Κέδρου,
ἄγνωστα πολλοῖς ἐκ γραφῶν διαφόρων
ταύτῃ συνάψας φίλα φιλομαθέσιν.