Ancient Greek
Poem 5248
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5248
Not analysed yet
Τῆς γραμματικῆς εἰμὶ τέχνης πυξίον·
εὔληπτον, εὐσύνοπτον, ἐστενωμένον,
σαφές, καθαρόν, εὐκρινῶς γεγραμμένον,
πρὸς πεῦσιν ἰθύνον τε τὰς ἀποκρίσεις.
Ὁ γὰρ τρόπος φέριστος εἰς τὸ συνέχειν
ἅπαν λόγου μάθημα τοὺς λογεμπόρους.