Ancient Greek
Poem 5459
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5459
Not analysed yet
Ἡδὺ καὶ χρηστὸν τὸ τέρμα σὺν τῇ μέσῃ
ἅμα τῇ ἀρχῇ καὶ πάσῃ σημασίᾳ
τοῦ πανυπερλάμψαντος θείου Μαξίμου·
λεχθεῖσα καλῶς τετρὰς ἑκατοντάδος
κεφαλαιωδῶς ἔχει τὴν ψυχοτρόφον
πηγάζουσα εὔκλειαν πᾶσιν ἀνθρώποις.