Ancient Greek
Poem 5846
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 5846
Not analysed yet
Ἡ βίβλος αὕτη πράξεων σωτηρίων
μεστὴ δέδειγμαι φῶς φρενῶν φῶς καρδίας·
μέλι σταλάζω, χρυσὸν ἄφθονον νέμω·
τὸ χρύσεον γὰρ καὶ μελισταγὲς στόμα
Ἰωάννου τὸ θέλγον ἢ τὸ χρυσίον
διεξιὼν κάλλιστα τοὺς Παύλου λόγους
καλῶν με σωρὸν καὶ θάλασσαν δεικνύει·
καὶ τίς σε κοσμεῖ, τὶς γράφει; Βλάσιος
ὃς προσκέχηνε τῷ τρυφᾶν μου τῶν λόγων
ἢ τοῦ γάλακτος ἄρτι θηλάζον βρέφος.