Ancient Greek
Poem 6389
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 6389
Not analysed yet
Θείου νοητοὺς ἄνθρακας πυρὸς φέρω
καταφλέγοντας δαιμόνων παντευχίαν,
κρυμνὸν λύοντας ψυχικῶν παθημάτων,
ὠθοῦντας ἀχλὺν ἀπρεπῶν νοημάτων
καὶ φῶς βροτείαις ἐντιθέντας καρδίαις·
ψαλμῶν γάρ εἰμι βίβλος, οἷς κεχρημένος
πᾶσαν διώκοις τοῦ λογισμοῦ σου ζάλην.