Ancient Greek · Iambic trimeter
Poem 6423
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 6423
Not analysed yet
Κάλλιστος οἰκτρὸς ἐν μονοτρόποις θύτης
τὴν πνευματεμφόρητον ἀπλέτῳ πόθῳ
γέγραφα τήνδε κιννύραν μισθωμάτων
ἠχημένην Πνεύματι τῷ παναγίῳ,
ἧς ὑποφήτης Δαυίδ ὁ προφητάναξ.
Ὑπηρετεῖ δὲ τοῖς τύποις τῶν γραμμάτων
Εὐθυμίου χείρ, γραμματική μοι φίλη,
πληροῦσα χάριν εἰλικρινοῦς φιλίας.
Ταύτην ἀνακρούοντες οὐκοῦν, πατέρες,
τῷ πνεύματι μάλιστα τῆς προμυθίας
πάσας ἀποτρέποισθε δαιμόνων ἴλας
ἄγχοντες αὐτούς, ὡς Δαυίδ τῇ κιθάρᾳ
Σαούλ τὸ δαιμόνιον ἀθλίως πνίγον
τῇ πανσθενουργῷ Πνεύματος συμμαχίᾳ,
κἀντεῦθεν ἀίδιον εὕροιτε κλέος
στερροὶ φανέντες ὁπλῖται νικηφόροι.