Ancient Greek · Iambic trimeter
Poem 6584
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 6584
Not analysed yet
Αὕτη κατασπᾶ ῥιζόθεν πλείστας πόλεις
αὕτη ταράσσει καὶ κλονεῖ πολλοὺς δόμους
αὕτη διιστᾶ τέκνα τῶν γεννητόρων,
αὕτη συνοικέσια νοσφίζει φίλα,
αὕτη στερίσκει τοὺς νέους λόγων κλέους,
αὕτη προφαὴς βρῶσις οὐσίας πάσης,
αὕτη φλέγον πῦρ καὶ βέλος διαβόλου.
ταύτης ἀπορράγηθι τοιγαροῦν, τέκνον,
εἴπερ τυχεῖν βούλοιο δόξης τῆς ἄνω·
ἧσπερ λιταῖς τύχοιμι τῶν ἀποστόλων
ὁ τῆς Σολεντοῦς εὐτελὴς λογοπλόκος.