Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_C._ACILIUS_GLABRIO
C. ACILIUS GLABRIO, Fragmenta 3
Not analysed yet
Ἔγωγ ̓ οὖν ἐν τρισὶ τοῖς μεγαλοπρεπεστάτοις κατασκευάσμασι τῆς Ῥώμης, ἐξ ὦν μάλιστα τὸ τῆς ἡγεμονίας ἐμφαίνεται μέγιστον, τάς τε τῶν ὑδάτων ἀγωγὰς τίθεμαι καὶ τὰς τῶν ὁδῶν στρώσεις καὶ τὰς τῶν ὑπονόμων ἐργασίας, οὐ μόνον εἰς τὸ χρήσιμον τῆς κατασκευῆς τὴν διάνοιαν φέρων· ὑπὲρ οὗ κατὰ τὸν οἰκεῖον καιρὸν ἐρῶ· ἀλλὰ καὶ εἰς τὴν τῶν ἀναλωμάτων πολυτέλειαν, ἣν ἐξ ἑνὸς ἔργου τεκμήραιτ ̓ ἄν τις, Τάϊον Ἀκύλιον(??)ποιησάμενος τοῦ μέλλοντος λέγεσθαι βεβαιωτὴν, ὅς φησιν ἀμεληθεισῶν ποτε τῶν τάφρων καὶ μηκέτι διαρρεομένων, τοὺς τιμητὰς τὴν ἀνακάθαρσιν αὐτῶν καὶ τὴν ἐπισκευὴν χιλίων μισθῶσαι ταλάντων.