Ancient Greek
136.7
Callicratidas, Fragmenta 136.7
Unproofread scanNot analysed yet
11 ΚΑΛΛΙΚΡΑΤΙΔΑ ΛΑΚΩΝΟΣ ΤΟΥ ΠΥΘΑΓΟ-ΡΕΙΟΥ ΕΚ ΤΟΥ ΠΕΡΙ ΟΙΚΩΝ ΕΥΔΑΙΜΟΝΙΑΣ. α’. Τὸν μὲν ὡν οἶκον a ὑπολαπτέον ἤμεν σύστημα κοινωνίας συγγενικᾶς. Σύστημα μὲν πᾶν ἐκ τινων ἐναντίων καὶ ἀνομοίων σύγκειται, καὶ ποτὶ ἓν τι τὸ ἄριστον συντίθεται, καὶ ἐπὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται. δ τε γὰρ ὀνυμαινόμενος χορὸς σύσταμα τί ἐντὶ κοινωνίας ὁμοίας, καὶ ποτὶ ἓν τι κοινὸν ἐπαμφέρεται, τὰν συνοδίαν, ἐν τε ναὶ τὸ σύσταμα τῷ σώματος περὶ τὰν νᾶα ἐκ τινων ἀνομοίων καὶ ἐναντίων συνέσταχε, καὶ ποτὶ ἓν τι τὸ ἄριστον συντέταχται, τὸν κυβερνάταν, καὶ ἐπὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται, τὰν εὐπλοΐαν. οὕτως δὲ καὶ ὁ οἶκος, σύστημα κοινωνίας συγγενικᾶς ὑπάρχων, ἐκ τινων ἀνομοίων συνέστακε καὶ ἐναντίων μερέων, καὶ ποτὶ ἓν τι τὸ ἄριστον συντέταχται, τὸν οἰκοδεσπόταν, καὶ ποτὶ τὸ κοινὸν συμφέρον ἐπαμφέρεται, τὰν ὁμοφροσύναν. Ἄς· δ᾽ ἀπλῶς εἰπέν, πᾶς ὁ οἶκος καθάπερ ψαλτήριον τριῶν τούτων χρήζει τυχέν, ἐξαρτύσιος, συναρμογᾶς, ἀφᾶς τινος καὶ χρήσιος μουσικᾶς. ἐξάρτυσις μὲν ἄν ἐντὶ ἡ σύνθεσις τῶν αὐτῶν μερέων ἀπάντων, ἐξ ὧν συμπληροῦται τὸ τε ὅλον καὶ τὸ πᾶν σύστημα τῆς συγγενικᾶς κοινωνίας· τῶν δὲ μερέων αὐτῶν δύο πρᾶτα καὶ μέγιστα ἀνθρώπος καὶ κτῆσις, τὸ κυβερνώμενον καὶ τὰν χράσιν ἐμπαραχόμενον, ὅσπερ δὲ καὶ ζῷω τὰ πρᾶτα μέρσα καὶ τὰ μέγιστα ψυχὰ καὶ σῶμα, καὶ ψυχὰ μὲν ἐντὶ τὸ κυβερνῶν καὶ χρεόμενον, σῶμα δὲ τὸ κυβερνώμενον καὶ τὰν χράσιν ἐμπαρχόμενον, καὶ ὁ ἐντὶ βίος ὀργανον ἐπίκτατον ζωῆς τῆς ἀνθρωπίνας, τὸ δὲ σῶμα ὀργανον σύμφυτον καὶ συγγενὲς τῆς ψυχᾶς. Τῶν δὲ συμπληρούντων τὸν οἶκον ἀνθρώπων