Ancient Greek
159.11
Callimachus, callimachea_schneider_v1 159.11
Unproofread scanNot analysed yet
76. Ῥδεῖομεν Λέγομεν. 77. Ἐπακτήρας. Κυνηγέτας. Χιτώνης Νηλεὺς ὁ Κόδρου ἀποικίαν θέμενος ἀπὸ Ἀθηνῶν ἔλαβε χρησμὸν ἐγείρειν ξόανον τῇ Ἀρτέμιδι ἀπὸ παγκάρπων ξύλων. καὶ δήποτε ἐορτῆς τῇ Ἀρτέμιδι ἐν τῇ Χιτώνῃ (ἔστι δὲ δῆμος Ἀττικῆς) ἀπελθὼν εὗρε δρῦν πάμπολυν καὶ διάφορον ἔχουσαν ἡστημένον καρπόν. καὶ ἐκ τούτου ἐποίησεν ἄγαλμα τῇ θεᾷ, καὶ οὕτω μετώκησεν ἐν Μιλήτῳ. ἀπὸ τοῦ δήμου οὖν ἔσχε τὴν ὀνομασίαν ἡ Ἄρτεμις. ἢ ὅτι τικτομένων τῶν βρεφῶν ἀνέτιθεσαν τὰ ἱμάτια τῇ Ἀρτέμιδι.