Ancient Greek
162.8
Callimachus, callimachea_schneider_v1 162.8
Unproofread scanNot analysed yet
61. Κυνθιάδων] Κύνθος ὄρος τῆς Δήλου. 65. Ἐφρασε Βάττω] Λέγεται ὅτι οὗτος ὁ Βάττος ἄφωνος ἦν. ἀπήλθεν οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἐπὶ τῷ τὸν θεὸν ἐρωτῆσαι περὶ τῆς φωνῆς. ὁ δὲ ἔφησεν αὐτῷ οὐκέτι περὶ φωνῆς, ἀλλὰ περὶ μετοικίας. καὶ ὁ Βάττος πεισθεὶς τῷ χρησμῷ ἤλθεν εἰς τὴν Λιβύην. λέγεται δὲ εἶναι πολλοὺς λέοντας ἐν ταύτῃ τῇ χώρᾳ. ἐπιδημήσας οὖν ὁ Βάττος καὶ λέοντα αἰφνιδίως θεασάμενος τῇ τοῦ φόβου ἀνάγκῃ βιασθεὶς φθέγξασθαι διέφρηξεν τὴν φλέβα ἧτις τὴν ἐκείνου φωνὴν ἐπεῖχε, καὶ οὕτω φωνήεις ἐγένετο καὶ τὴν Κυρήνην ἐκτισεν, ὅθεν ἐστὶν ὁ Καλλίμαχος.