Ancient Greek
170.2 to 171.4
Callimachus, callimachea_schneider_v1 170.2-171.4
Unproofread scanNot analysed yet
180. Ἐπεὶ θεός] Καὶ γὰρ ὁ ἥλιος ἐπέχει τὸν ἑαυτοῦ δρόμον καὶ αὐτὸς ἐφορῶν τὸν χορὸν τῶν νυμφῶν, ὥστε γίγνεσθαι πολὺ τὸ τῆς ἡμέρας διάστημα. 187. Πέργη] Μητρόπολις Παμφυλίας. 188. Τήνγετον] Ὄρος Λακεδαίμονος. Εὐρίποτο] Εὐριπος ὁ μεταξὺ Εὐβοίας καὶ Βοιωτίας ροῦς. καλεῖται δὲ οὕτω καὶ Εὐβοία· διὰ δὲ τὸ ἐπιμήκη αὐτὴν κεῖσθαι λέγεται καὶ Μάκρης. 189. Γορτυνίδα] Κρητικήν, ἀπὸ τόπου. 190. Ἑλλοφόνον] Νεβροκτόνον. Βριτόμαρτιν] Βριτόμαρτις ὄνομα κίονον τῆς νύμφης, ἀφ’ ἧς καὶ ἡ Ἄρτεμις ἐν Κρήτῃ Βριτόμαρτις τιμᾶται, ὡς Διογενιανός. 194. Παίπαλά τε] Τόπους τραχεῖς. 204. Οὐπὶ ἄνασσ’ εὐώπι] Οὐπὶς ἐπίδετον Ἄρτέμιδος· ἢ παρὰ τὸ ὀπίζεσθαι τὰς τικτούσας αὐτήν, ἢ παρὰ τὴν θρέψασαν αὐτὴν Οὐπιν, ἢ παρὰ τὰς Ἱππεβορέους κόρας, Οὐπιν, Ἐκαέργην, Λοξάν, ᾗς ἐτίμησεν Ἀπόλλων καὶ Ἄρτεμις· καὶ ἀπὸ μὲν τῆς μιᾶς ἡ Ἄρτεμις Οὐπὶς, Λοξίας δὲ καὶ Ἐκάεργος ἐκ τῶν λοιπῶν ὁ Ἀπόλλων. 208. Ἵψης] Ἡ Κυρήνη. Ἰώλχιον] Τὸν τύμβον τοῦ Πελίου· Ἰώλμος γὰρ ὁ Πελαίας. 215. Ποδορρόην] Τὴν τοῖς ποσὶν ὁρούσαν καὶ ὁρμῶσαν. 245. Ἔργον Ἀθηναίης] Ἀθηνᾷ γὰρ ἐφορος πάσης τέχνης. 246. Σάρδίας] Πόλιν Λυδίας. Βερεκύνδιον] Μεταξὺ Λυδίας καὶ Φρυγίας. 250. Ῥέα κεν Πυθῶνα] Ὀμηρος οὐδ' ὅσα λαίνος οὐδὸς ἀφήτορος ἐντὸς ἔφερε. 251. Ἡλαίνων] Μωραίνων. 253. Κιμμερίων] Σκυθῶν. 254. Βοὸς πόρον Ἰναχιάνης] Τῆς Ἰοῦς τῆς εἰς βοῦν μεταμορφωθείσης. Βόσποροι δὲ εἰσὶ δύο, ὁ τε Βυζαντίων καὶ ὁ Κιμμέριος. 221. Οὐδὲ μὲν Γλατόν τε] Γλαῖος καὶ Ροῖκος κένταυροι περὶ Ἀρκαδίαν, οὓς ἀνείλεν Ἀταλάντη βιασαμένους αὐτήν. 224. Τάων Μαϊναλίη νᾶεν φόνῳ] Τῶν λαγόνων τῶν Κενταύρων. Μαϊναλίη ὄρος Ἀρκαδίας. Νᾶεν, ἔσταξεν, ἔβρεξεν, ὅδεν καὶ νᾶμι καὶ νασμός. 228. Χησίας] Χήσιον ἀκρωτήριον τῆς Σάμου, καὶ Ἰμβρασος ποταμὸς τῆς Σάμου. 232. Ῥαμνουσίδι] Ῥαμνοῦς δῆμος Ἀττικῆς, ἐνθα τῇ Νεμήσει ὁ Ζεὺς συνεκαθεύδῃσεν, ἥτις ἔτεκεν ὄν, ὅπερ εὑροῦσα ἡ Ἀλθὰ ἐθέρανε καὶ ἐξέβαλε τοὺς Διοσκούρους καὶ τὴν Ἑλένην.