Ancient Greek · ~1 min
Epigram 10
Callimachus, Ἐπιγράμματα 10
Not analysed yet
μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ
ῥῆσις· ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον,
ᾦ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται
πῶς ἔβαλες; φησί σκληρὰ τὰ γιγνόμενα.
τῷ μερμηρίξαντι τὰ μὴ ἔνδικα τοῦτο γένοιτο
τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη.