Ancient Greek · ~1 min
Epigram 19
Callimachus, Ἐπιγράμματα 19
Not analysed yet
ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς
παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν.
νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δʼ ἐκείνου
οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.