Ancient Greek · ~1 min
Epigram 43
Callimachus, Ἐπιγράμματα 43
Not analysed yet
εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου,
εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν
εἷλκεν, ὁ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.