Ancient Greek · ~1 min
Epigram 48
Callimachus, Ἐπιγράμματα 48
Not analysed yet
τὴν ἁλίην Εὔδημος, ἑφʼ ἧς ἅλα λιτὸν ἐπέσθων
χειμῶνας μεγάλους ἐξέφυγεν δανέων,
θῆκε θεοῖς Σαμόθρᾳξι λέγων ὅτι τήνδε κατʼ εὐχήν,
ὦ λαοί, σωθεὶς ἐξ ἁλὸς ὧδʼ ἔθετο.
Ancient Greek · ~1 min
Callimachus, Ἐπιγράμματα 48
Not analysed yet