Ancient Greek · ~1 min
Epigram 60
Callimachus, Ἐπιγράμματα 60
Not analysed yet
εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας
Λευκαρέτα τὰν μὰν οὐκ ἐμάνη μανίαν
οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
τὸν φίλον· ἀλλʼ αἰ χἢν δρᾶμʼ ἐδίδαξε μόνον,
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας—
κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.