Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3, lines 3.1-3.44
Callimachus, εἰς Δήμητρα 3.1-44
Not analysed yet
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες,
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται,
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
οὐ πίες οὔτʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
τρὶς δʼ ἐπὶ Καλλιχόρῳ χαμάδις ἐκαθίσσαο φρητί
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας ἀλέηται,
π ἰδέσθαι
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
τὶν δʼ αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ
δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός·
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρῳ
ὅσσον Ἐλευσῖνι, Τριόπῳ θʼ ὅσον, ὁκκόσον Ἔννᾳ.
ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
τῷ δʼ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλᾷδα.