Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0533.tlg020.perseus-grc3, lines 3.45-3.84
Callimachus, εἰς Δήμητρα 3.45-84
Not analysed yet
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
χάζευ, ἔφα, μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, γείνατο δʼ ἁ θεύς·
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
οἱ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·
ἁ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.
ἁ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
αἴθωνα κρατερόν, μεγάλᾳ δʼ ἐστρεύγετο νούσῳ.
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ·
καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.