Ancient Greek · ~1 min
Epigram 13
Callimachus, Ἐπιγράμματα 13
Not analysed yet
ʼΗ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.