Ancient Greek
Epigram 15
Callimachus, Ἐπιγράμματα 15
Not analysed yet
Τιμονόη. τίς δʼ ἐσσί; μὰ δαίμονας, οὔ σʼ ἂν ἐπέγνων,
εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα
στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί
χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.
Ancient Greek
Callimachus, Ἐπιγράμματα 15
Not analysed yet