Ancient Greek · ~1 min
Epigram 20
Callimachus, Ἐπιγράμματα 20
Not analysed yet
Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ
δυομένου Βασιλὼ κάτθανε παρθενική
αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα
οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐπεῖδε κακόν
πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη
πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.