Ancient Greek · ~1 min
Epigram 23
Callimachus, Ἐπιγράμματα 23
Not analysed yet
εἴπας Ἥλιε χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης
ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς Ἀίδην,
ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος
ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος.
Ancient Greek · ~1 min
Callimachus, Ἐπιγράμματα 23
Not analysed yet