Ancient Greek · ~1 min
Epigram 29
Callimachus, Ἐπιγράμματα 29
Not analysed yet
ἔγχει καὶ πάλιν εἰπὲ Διοκλέος. οὐδʼ Ἀχελῶιος
κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων.
καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί
φησίν —ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά.
Ancient Greek · ~1 min
Callimachus, Ἐπιγράμματα 29
Not analysed yet