Ancient Greek · ~1 min
Epigram 41
Callimachus, Ἐπιγράμματα 41
Not analysed yet
ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
ἦ ῥά τινʼ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
†ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.