Ancient Greek · ~1 min
Epigram 52
Callimachus, Ἐπιγράμματα 52
Not analysed yet
τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμʼ ἔχθει,
τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις·
ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ·
καὶ σύ ποτʼ ἠράσθης —οὐκέτι μακρὰ λέγω.