Ancient Greek · ~1 min
Epigram 59
Callimachus, Ἐπιγράμματα 59
Not analysed yet
εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
†λευκαρετανμαν οὐκ ἐμάνη μανίαν
οὐδʼ ἔλαβʼ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει
τὸν φίλον, †ἀλλαιχʼ ἓν δρᾶμʼ ἐδίδαξε μόνον·
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας —
κἠγὼ τὼς πολλὼς οὐκέτʼ ἔχω Πυλάδας.