Ancient Greek
2.49.2
Calliphon Et Democedes, Testimonia 2.49.2
Unproofread scanNot analysed yet
2. SUID. Δημοκίδης Καλλιφῶντος ἱερέως ἐν Κνίδῳ γενομένου Ἀσκληπιιοῦ. Κροτωνιάτης ἰατρός. ὃς ἐν Αἰγίνῃ ἰάτρευσέ τε καὶ ἔζημε. καὶ Πολυκράτην τὸν Σάμου τύραννον ἰάτρευσεν ἐπὶ χρυσίου ταλάντοις δύο καὶ ὑπὸ Δαρείου τοῦ Πέρσου μετεπέμφθη καὶ συνέγερετο αὐτῷ χρόνον ἱκανόν· ἔγραψεν ἰατρικὸν βιβλίον. IOSEPH. c. Ap. 1 163 [nach 4, 18 S. 27, 23. Ἐρμῖππος ἀνὴρ περὶ πᾶσαν ἱστορίαν ἐπιμελῆς. λέγει τοίνυν ἐν τῷ πρώτῳ τῶν Περὶ Πυθαγόρου βιβλίων [FHG III 41 fr. 21], ὅτι Πυθαγόρας ἐνὸς αὐτοῦ τῶν συνοσιαστῶν τελευτήσαντος τοὔνομα Καλλιφῶντος τὸ γένος Κροτωνιάτου τὴν ἐκείνου ψυχὴν ἔλεγε συνδιατρίβειν αὐτῷ καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν· καὶ ὅτι παρεκελεύετο μὴ διέρχεσθαι τόπον, ἐφ’ ὃν ἄνος ὀκλάση. καὶ τῶν διψίων ὑδάτων ἀπέχεσθαι καὶ πάσης ἀπέχειν βλαστηρίας 15 εἶτα προστίθησι μετὰ ταῦτα καὶ τάδε· ‘ταῦτα δὲ ἐπράττεν καὶ ἔλεγε τῖς Ἰουδαίων καὶ Θρακῶν δόξας ὑμιοῦμενος καὶ μεταφέρων εἰς ἑαυτόν.’ λέγεται γὰρ ὡς ἀληθῶς ὁ ἀνὴρ ἐκεῖνος πολλὰ τῶν παρὰ Ἰουδαίοις νομίμων εἰς τὴν αὐτοῦ μετενεγκεῖν φιλοσοφίαν. [Vgl. Herm. fr. 2 aus Orig. c. Cels. 1 15 p. 67, 27 K.]