Ancient Greek
70.3
CALLIXENUS RHODIUS, Fragmenta 70.3
Unproofread scanNot analysed yet
«Μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσ-καίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοή-κοντα καὶ ἑκατὸν, ἐπὶ δὲ ταύτης ἐπὴν ἄγαλμα Διονύσου δεκάπηχυ, σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορ-φυροῦν ἔχον διάπεζον, καὶ ἐπ' αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. Προέκειτο δὲ αὐτοῦ κρατήρ Λακωνικὸς χρυσοῦς με-τρῆτιον πεντεκαίδεκα καὶ τρίπους χρυσούς, ἐφ' οἷ θυ-μιητήριον χρυσούν καὶ φιάλαι δύο χρυσᾶι, κασσίτερος μεταξὺ καὶ χρόκιος. Περιέκειτο δ' αὐτῷ καὶ σκιάς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπόρας κεκοσμη-μένη· προσήρτηντο δὲ καὶ στέφανοι, καὶ ταινίαι, καὶ ὕψοισι, καὶ τύμπανα, καὶ μίτραι, πρόσωπα τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικὰ. Τῇ δὲ τετρακύκλῳ ἵερεῖς καὶ ἱέρειαι, καὶ πέρεσις τελεταί (αἱ περὶ τὰς τελετάς conj. Preller.) ,καὶ θίασοι παντοδαποί, καὶ τὰ λύχνα φέρουσαι. Μετὰ δὲ ταῦτα Μακέται, οἱ καλούμενοι Μιχαλλονέες, καὶ Βασσάραι καὶ Λυδαί, κατακεχυμέναι τὰς τρίχας, καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἱ δὲ μιλαζί, καὶ ἀμπέλῳ, καὶ κισσῷ· κατείχον δὲ ταῖς χερ-σὶν αἱ μὲν ἔγγειρίδια, αἱ δὲ ὄφεας. Μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος, πηχῶν ὀκτὼ πλάτος, ὑπὸ ἀνδρῶν ἐξήκοντα, ἐφ' ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, ἐνδεδυκὸς μὲν θάψιν χιτῶνα χρυσοποίκιλον, ἱμάτιον