Ancient Greek
72.27
CALLIXENUS RHODIUS, Fragmenta 72.27
Unproofread scanNot analysed yet
καὶ φάσσαί καὶ τρυγόνες καὶ ὅλην ἐξίπταντο τὴν ὁδόν, λημνίσκοις τοὺς πόδας δεδεμένα πρὸς τὸ ῥαδίως ὑπὸ τῶν θεσμένων ἀρπάζεσθαι. Ἄνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ χρονοῦν δύο, ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου. Πᾶσαι δ’ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσούς· ὁ δὲ Ἑρμῆς καὶ κηρύκιον χρυσούν, ἐσθῆτας δὲ πολυτελείς. Ἐπὶ δὲ ἄλλης τετραχύλου, ἥ περιεῖχε τὴν ἐξ Ἰνδῶν καθόδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς, ἐπ’ ἐλέφαντος κατακειμένος, ἡμιεσμένος πορφύρα, καὶ στεφάνων πίτσω στεφάνω χρυσῷ, τῇ δεξιᾷ αἰρεῖν ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσούν· ὑπεδέδετο δ’ ἐμβάδας χρυσογραφεῖς. Προσέκλητο δ’ αὐτοῦ ἐπὶ τοῦ τραχήλῳ τοῦ ἐλέφαντος σατυρίσκος πεντάπηχυς, ἐστεφανωμένος πίτσω στεφάνω χρυσῷ, τῇ δεξιᾷ αἰρεῖν χερσὶ χρυσῷ σημαίνων. Ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσήν, καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσούν στέφανον. Ἠκολούθουν δὲ τούτω παιδίσκαι πεντακόσται, κεκοσμημέναι χιτώσι πορφυροῖς, χρυσῷ διεωσμέναι. Ἐστεφάνωντο δὲ αἱ μὲν ἠγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτύνοις στεφάνοις, ἠκολούθουν δὲ αὐταῖς Σάτυροι ἑκατὸν εἴκοσι, πανοπλίαις οἱ μὲν ἀργυρᾶς, οἱ δὲ χαλκὰς ἔχοντες. Μετὰ δὲ τούτους ἐπορεύοντο ὄνοι πέντε, ἐφ’ ὧν ἦσαν Σειληνοί καὶ Σάτυροι ἐστεφανωμένοι. Τῶν δὲ ὄνων οἱ μὲν χρυσᾶς, οἱ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον.