Ancient Greek · ~31 min
Dfhg-Source dfhg3_CALLIXENUS_RHODIUS
CALLIXENUS RHODIUS, Fragmenta 1.1
Not analysed yet
Πολλῶν δ ̓ ὁ Φιλάδελφος βασιλέων πλούτῳ διέφερε, καὶ περὶ πάντα ἐσπουδάκει τὰ κατασκευάσματα φιλοτίμως, ὥστε καὶ πλοίων πλήθει πάντας ὑπερέβαλλε. Τὰ γοῦν μέγιστα τῶν πλοίων ἦν παρ ̓ αὐτῷ τριακοντήρεις δύο, εἰκοσήρης μία, τέσσαρες τρισκαιδεκήρεις, δωδεκήρεις δύο, ἑνδεκήρεις τεσσαρεσκαίδεκα, ἐννήρεις τριάκοντα, ἑπτήρεις τριάκοντα ἑπτὰ, ἑξήρεις πέντε, πεντήρεις ἑπτακαίδεκα· τὰ δ ̓ ἀπὸ τετρήρους μέχρι τριηρημιολίας διπλάσια τούτων. Τὰ δ ̓ εἰς τὰς νήσους πεμπόμενα καὶ τὰς ἄλλας πόλεις, ὦν ἦρχε, καὶ τὴν Λιβύην πλείονα ἦν τῶν τετρακισχιλίων. Περὶ δὲ βιβλίων πλήθους καὶ βιβλιοθηκῶν κατασκευῆς καὶ τῆς εἰς τὸ Μουσεῖον συναγωγῆς, τί δεῖ καὶ λέγειν, πᾶσι τούτων ὄντων κατὰ μνήμην; 37. Ἐπεὶ δὲ περὶ νεῶν κατασκευῆς εἰρήκαμεν, φέρ ̓ εἴπωμεν (ἀκοῆς γάρ ἐστιν ἄξια) καὶ τὰ ὑπὸ τοῦ Φιλοπάτορος βασιλέως κατεσκευασμένα σκάφη. Περὶ ὦν ὁ αὐτὸς Καλλίξενος ἱστορεῖ ἐν τῷ πρώτῳ Περὶ Ἀλεξανδρείας, οὑτωσὶ λέγων· «Τὴν τεσσαρακοντήρη ναῦν κατεσκεύασεν ὁ Φιλοπάτωρ, τὸ μῆκος ἔχουσαν διακοσίων ὀγδοήκοντα πηχῶν, ὀκτὼ δὲ καὶ τριάκοντα ἀπὸ παρόδου ἐπὶ πάροδον, ὕψος δὲ τῶν πρυμνητικῶν ἀφλάστων ἐπὶ τὸ πρὸς τῇ θαλάσσῃ μέρος αὐτῆς τρεῖς πρὸς τοῖς πεντήκοντα πήχεις. Πηδάλια δ ̓ εἶχε τέτταρα τριακονταπήχη, κώπας δὲ θρανιτικὰς, ὀκτὼ καὶ τριάκοντα πηχῶν τὰς μεγίστας, αἳ, διὰ τὸ μόλυβδον ἔχειν ἐν τοῖς ἐγχειριδίοις, καὶ γεγονέναι λίαν εἴσω βαρεῖαι κατὰ τὴν ζύγωσιν, εὐήρεις ὑπῆρχον ἐπὶ τῆς χρείας. Δίπρῳρος δ ̓ ἐγεγόνει καὶ δίπρυμνος, καὶ ἔμβολα εἶχεν ἑπτά· τούτων ἓν μὲν ἡγούμενον, τὰ δ ̓ ὑποστέλλοντα· τινὰ δὲ κατὰ τὰς ἐπωτίδας. Ὑποζώματα δὲ ἐλάμβανε δώδεκα· ἑξακοσίων δ ̓ ἦν ἕκαστον πηχῶν. Εὔρυθμος δ ̓ ἦν καθ ̓ ὑπερβολήν· θαυμαστὸς δ ̓ ἦν καὶ ὁ ἄλλος κόσμος τῆς νεώς. Ζῷα μὲν γὰρ εἶχεν οὐκ ἐλάττω δώδεκα πηχῶν κατὰ πρύμναν τε καὶ πρῷραν, καὶ πᾶς τόπος αὐτῆς κηρογραφίᾳ κατεπεποίκιλτο, τὸ δ ̓ ἔγκωπον ἅπαν μέχρι τῆς τρόπεως κισσίνην φυλλάδα καὶ θύρσους εἶχε πέριξ. Πολὺς δ ̓ ἦν καὶ ὁ τῶν ὅπλων κόσμος. Ἀνεπλήρου δὲ τὰ προσδεόμενα τῆς νεὼς μέρη. Γενομένης δὲ ἀναπείρας ἐδέξατο ἐρέτας πλείους τῶν τετρακισχιλίων, εἰς δὲ τὰς ὑπηρεσίας τετρακοσίους· εἰς δὲ τὸ κατάστρωμα ἐπιβάτας τρισχιλίους, ἀποδέοντας ἑκατὸν καὶ πεντήκοντα· καὶ χωρὶς ὑπὸ τὰ ζύγια πλῆθος ἀνθρώπων ἕτερον, ἐπισιτισμούς τε οὐκ ὀλίγον. Καθειλκύσθη δὲ τὴν μὲν ἀρχὴν ἀπὸ ἐσχαρίου τινὸς, ὅ φασι παγῆναι πεντήκοντα πλοίων πεντηρικῶν ξυλείᾳ, ὑπὸ δὲ ὄχλου μετὰ βοῆς καὶ σαλπίγγων κατήγετο. Ὕστερον δὲ τῶν ἀπὸ Φοινίκης τις ἐπενόησε τὴν καθολκὴν, τάφρον ὑποστησάμενος, ἴσην τῇ νηὶ κατὰ μῆκος, ἣν πλησίον τοῦ λιμένος ὤρυξε. Ταύτῃ δὲ τοὺς θεμελίους κατῳκοδόμησε λίθῳ στερεῷ πρὸς πέντε πήχεις τὸ βάθος, καὶ διὰ τούτων φάλαγγας ἐπικαρσίας κατὰ πλάτος τῆς τάφρου διώσας συνεχεῖς, τετράπηχυν εἰς βάθος τόπον ἀπολιπούσας. Καὶ ποιήσας εἴσρουν ἀπὸ τῆς θαλάσσης ἐνέπλησεν αὐτῆς πάντα τὸν ὀρυχθέντα τόπον, εἰς ὃν ῥᾳδίως ἀπὸ τῶν τυχόντων ἀνδρῶν εἰσήγαγε τὴν ναῦν· ***τὸ ἀνοιχθὲν κατ ̓ ἀρχὰς ἐμφράξαντας μετεξαντλῆσαι πόλιν τὴν θάλασσαν ὀργάνοις· τούτου δὲ γενομένου ἑδρασθῆναι τὸ πλοῖον ἀσφαλῶς ἐπὶ τῶν προειρημένων φαλάγγων. «Κατεσκεύασε δ ̓ ὁ Φιλοπάτωρ καὶ ποτάμιον πλοῖον, τὴν θαλαμηγὸν καλουμένην, τὸ μῆκος ἔχουσαν ἡμισταδίου, τὸ δ ̓ εὖρος, ἧ πλατύτατον, τριάκοντα πηχῶν· τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν. Τὸ δὲ σχῆμ ̓ αὐτῆς οὔτε ταῖς μακραῖς ναυσὶν οὔτε ταῖς στρογγύλαις ἐοικὸς, ἀλλὰ παρηλλαγμένον τε καὶ πρὸς τὴν χρείαν τοῦ ποταμοῦ τὸ βάθος. Κάτωθεν μὲν γὰρ ἁλιτενὴς καὶ πλατεῖα, τῷ δ ̓ ὄγκῳ μετέωρος· τὰ δ ̓ ἐπὶ τῶν ἄκρων αὐτῆς μέρη, καὶ μάλιστα τὰ κατὰ πρῷραν, παρέτεινεν ἐφ ̓ ἱκανὸν, τῆς ἀνακλάσεως εὐγράμμου φαινομένης. Δίπρῳρος δ ̓ ἐγεγόνει καὶ δίπρυμνος, καὶ πρὸς ὕψος ἀνέτεινε, διὰ τὸ μετέωρον ἄγαν ἵστασθαι πολλάκις ἐν τῷ ποταμῷ τὸ κῦμα. Κατεσκεύαστο δ ̓ αὐτῆς κατὰ μὲν μέσον τὸ κύτος τὰ συμπόσια, καὶ οἱ κοινῶνες, καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν διαγωγὴν χρηστήρια. Πέριξ δὲ τῆς νεὼς περίπατοι κατὰ τὰς τρεῖς πλευρὰς πλέθρων ἐγεγόνεσαν διπλοῖ. Ὧν ἡ μὲν περίμετρος ἦν πέντε πλέθρων οὐκ ἐλάττων, ἣ δὲ διάθεσις τοῦ μὲν καταγείου περιστύλῳ παραπλήσιος, τοῦ δ ̓ ὑπερῴου κρύπτῃ φραγμοῖς καὶ θυρίσι περιεχομένη πάντοθεν. Πρώτη δ ̓ εἰσιόντι κατὰ πρύμναν ἐτέτακτο προστὰς, ἐξ ἐναντίου μὲν ἀναπεπταμένη, κύκλῳ δὲ περίπτερος· ἧς ἐν τῷ καταντικρὺ τῆς πρῴρας μέρει προπύλαιον κατεσκεύαστο, δι ̓ ἐλέφαντος καὶ τῆς πολυτελεστάτης ὕλης γεγονός. Τοῦτο δὲ διελθοῦσιν ὡσανεὶ προσκήνιον ἐπεποίητο τῇ διαθέσει, κατάστεγον ἄνω. Πάλιν ὁμοίως κατὰ μὲν τὴν μέσην πλευρὰν προστὰς ἑτέρα παρέκειτο ὄπισθεν, καὶ τετράθυρος ἔφερεν εἰς αὐτὴν πυλών. Ἐξ ἀριστερῶν δὲ καὶ δεξιῶν θυρίδες ὑπέκειντο, εὐάειαν παρέχουσαι. Συνῆπτο δὲ τούτοις ὁ μέγιστος οἶκος· περίπτερος δ ̓ ἦν, εἰκοσι κλίνας ἐπιδεχόμενος. Κατεσκευάσθη δ ̓ αὐτοῦ τὰ μὲν πλεῖστα ἀπὸ κέδρου σχιστῆς καὶ κυπαρίσσου Μιλησίας· αἱ δὲ τῆς περιστάσεως θύραι, τὸν ἀριθμὸν εἴκοσιν οὖσαι, θυίναις κατεκεκόλληντο σανίσιν, ἐλεφαντίνους ἔχουσαι τοὺς κόσμους. Ἡ δ ̓ ἐνήλωσις ἡ κατὰ πρόσωπον αὐτῶν, καὶ τὰ ῥόπτρα ἐξ ἐρυθροῦ γεγονότα χαλκοῦ, τὴν χρύσωσιν ἐκ πυρὸς εἰλήφει. Τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κυπαρίσσινα, αἱ δὲ κεφαλαὶ Κορινθιουργεῖς, ἐλέφαντι καὶ χρυσῷ διακεκοσμημέναι. Τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον· ἐφ ̓ οὖ διάζωσμα ἐφήρμοστο, περιφανῆ ζῴδια ἔχον ἐλεφάντινα, μείζονα πηχυαίων, τῇ μὲν τέχνῃ μέτρια, τῇ χορηγίᾳ δ ̓ ἀξιοθαύμαστα. Ἐπέκειτο δὲ καὶ στέγη καλὴ τῷ συμποσίῳ τετράγωνος κυπαρισσίνη· γλυπτοὶ δ ̓ αὐτῆς ἦσαν οἱ κόσμοι, χρυσῆν ἔχοντες τὴν ἐπιφάνειαν. Παρέκειτο δὲ τῷ συμποσίῳ τούτῳ καὶ κοιτὼν ἑπτάκλινος· ᾧ συνῆπτο στενὴ σῦριγξ, κατὰ πλάτος τοῦ κύτους χωρίζουσα τὴν γυναικωνῖτιν. Ἐν δὲ ταύτῃ συμπόσιον ἐννεάκλινον ἦν, παραπλήσιον τῇ πολυτελείᾳ τῷ μεγάλῳ, καὶ κοιτὼν πεντάκλινος. Καὶ τὰ μὲν ἄχρι τῆς πρώτης στέγης κατεσκευασμένα τοιαῦτ ̓ ἦν. «Ἀναβάντων δὲ τὰς παρακειμένας πλησίον τῷ προειρημένῳ κοιτῶνι κλίμακας, οἶκος ἦν ἄλλος πεντάκλινος, ὀρόφωμα ῥομβωτὸν ἔχων· καὶ πλησίον αὐτοῦ ναὸς Ἀφροδίτης θολοειδὴς, ἐν ᾧ μαρμάρινον ἄγαλμα τῆς θεοῦ. Κατεναντίον δὲ τούτου ἄλλο συμπόσιον πολυτελὲς περίπτερον· οἱ γὰρ κίονες αὐτοῦ ἐκ λίθων Ἰνδικῶν συνέκειντο. Παρὰ δὲ καὶ τούτῳ τῷ συμποσίῳ κοιτῶνες, ἀκόλουθον τὴν κατασκευὴν τοῖς προδεδηλωμένοις ἔχοντες. Προάγοντι δὲ ἐπὶ τὴν πρῷραν οἶκος ὑπέκειτο Βακχικὸς, τρισκαιδεκάκλινος, περίπτερος, ἐπίχρυσον ἔχων τὸ γεῖσον ἕως τοῦ περιτρέχοντος ἐπιστυλίου· στέγη δὲ τῆς τοῦ θεοῦ διαθέσεως οἰκεία. Ἐν δὲ τούτῳ κατὰ μὲν τὴν δεξιὰν πλευρὰν ἄντρον κατεσκεύαστο, οὗ χρῶμα μὲν ἦν ἔχον τὴν πετροποιίαν ἐκ λίθων ἀληθινῶν καὶ χρυσοῦ δεδημιουργημένον· ἵδρυτο δ ̓ ἐν αὐτῷ τῆς τῶν βασιλέων συγγενείας ἀγάλματα εἰκονικὰ λίθου λυχνέως. Ἐπιτερπὲς δ ̓ ἱκανῶς καὶ συμπόσιον ἦν, ἐπὶ τῇ τοῦ μεγίστου οἴκου στέγῃ κείμενον, σκηνῆς ἔχον τάξιν· ὥστε τῇ μὲν οὐκ ἐπῆν** διατόναια δὲ τοξοειδῆ διὰ ποσοῦ τινος ἐνετέτακτο διαστήματος, ἐφ ̓ ὧν αὐλαῖαι κατὰ τὸν ἀνάπλουν ἁλουργεῖς ἐνεπετάννυντο. Μετὰ δὲ τοῦτο αἴθριον ἐξεδέχετο, τὴν ἐπάνω τῆς ὑποκειμένης προστάδος τάξιν κατέχον· ᾧ κλῖμάξ τε ἑλικτὴ, φέρουσα πρὸς τὸν κρυπτὸν περίπατον, παρέκειτο, καὶ συμπόσιον ἐννεάκλινον, τῇ διαθέσει τῆς κατασκευῆς Αἰγύπτιον. Οἱ γὰρ γεγονότες αὐτόθι κίονες ἀνήγοντο στρογγύλοι, διαλλάττοντες τοῖς σπονδύλοις, τοῦ μὲν μέλανος, τοῦ δὲ λευκοῦ, παράλληλα τιθεμένων. Εἰσὶ δ ̓ αὐτῶν καὶ αἱ κεφαλαὶ τῷ σχήματι περιφερεῖς, ὧν ἡ μὲν ὅλη περιγραφὴ παραπλησία ῥόδοις ἐπὶ μικρὸν ἀναπεπταμένοις ἐστίν. Περὶ δὲ τὸν προσαγορευόμενον κάλαθον οὐχ ἕλικες, καθάπερ ἐπὶ τῶν Ἑλληνικῶν, καὶ φύλλα τραχέα περίκειται, λωτῶν δὲ ποταμίων κάλυκες, καὶ φοινίκων ἀρτιβλάστων καρπός· ἔστι δ ̓ ὅτε καὶ πλειόνων ἄλλων ἀνθέων γέγλυπται γένη. Τὸ δ ̓ ὑπὸ τὴν ῥίζαν, ὃ δὴ τῷ συνάπτοντι πρὸς τὴν κεφαλὴν ἐπίκειται σπονδύλῳ, κιβωρίων ἄνθεσι καὶ φύλλοις ὡσανεὶ καταπεπλεγμένοις ὁμοίαν εἶχε τὴν διάθεσιν. Τοὺς μὲν οὖν κίονας οὕτως Αἰγύπτιοι κατασκευάζουσι, ζουσι, καὶ τοὺς τοίχους δὲ λευκαῖς τε καὶ μελαίναις διαποικίλλουσι πλινθίσιν· ἐνίοτε δὲ καὶ τοῖς ἀπὸ τῆς ἀλαβαστίτιδος προσαγορευομένης πέτρας. Πολλὰ δὲ καὶ ἕτερα κατὰ μέσον τῆς νεὼς τὸ κύτος, ἐν κοίλῃ, καὶ κατὰ πᾶν αὐτῆς μέρος, οἰκήματα ἦν. Ὁ δὲ ἱστὸς ἦν αὐτῆς ἑβδομήκοντα πηχῶν, βύσσινον ἔχων ἱστίον, ἁλουργεῖ παρασείρῳ κεκοσμημένον,» Πᾶς δ ̓ ὁ τοῦ βασιλέως τοῦ Φιλαδέλφου πλοῦτος φυλαχθεὶς κατελύθη ὑπὸ τοῦ τελευταίου Πτολεμαίου, τοῦ καὶ τὸν Γαβινιακὸν συστησαμένου πόλεμον, οὐκ ἀνδρὸς γενομένου, ἀλλ ̓ αὐλητοῦ καὶ μάγου, Inde a Πᾶς δὲ verba sunt Athenaei.