Ancient Greek · ~74 min
Dfhg-Source dfhg3_CALLIXENUS_RHODIUS
CALLIXENUS RHODIUS, Fragmenta 2.1
Not analysed yet
Θαυμασάντων δὲ τῶν δαιτυμόνων τήν τε τοῦ βασιλέως διάνοιαν, ὡς οὐκ ἐπιφανὴς, αλλ ̓ ὄντως ἐπιμανὴς ὑπῆρχε, προσέθηκεν ὁ Μασούριος περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γεγενημένης ὑπὸ τοῦ πάντ ̓ ἀρίστου Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ βασιλέως πομπῆς Καλλίξενον τὸν Ῥόδιον ἱστοροῦντα ἐν τῷ τετάρτῳ Περὶ Ἀλεξανδρείας, ὅς φησι· «Πρὸ δὲ τοῦ ἄρξασθαι τὴν κατασκευασθεῖσαν σκηνὴν ἐν τῷ τῆς ἄκρας περιβόλῳ χωρὶς τῆς τῶν στρατιωτῶν καὶ τεχνιτῶν καὶ παρεπιδήμων ὑποδοχῆς, ἐξηγήσομαι. Καλὴ γὰρ εἰς ὑπερβολὴν ἀξία τε ἀκοῆς ἐγενήθη. Τὸ μὲν οὖν μέγεθος αὐτῆς ἑκατὸν τριάκοντα κλίνας ἐπιδεχόμενον κύκλῳ, διασκευὴν δ ̓ εἶχε τοιαύτην. Κίονες διεστάθησαν ξύλινοι, πέντε μὲν κατὰ πλευρὰν ἑκάστην τοῦ μήκους, πεντηκονταπήχεις πρὸς ὕψος, ἑνὶ δὲ ἐλάττους κατὰ πλάτος· ἐφ ̓ ὦν ἐπιστύλιον καθηρμόσθη τετράγωνον, ὑπερεῖδον τὴν σύμπασαν τοῦ συμποσίου στέγην. Αὕτη δ ̓ ἐνεπετάσθη κατὰ μέσον οὐρανίσκῳ κοκκινοβαφεῖ περιλεύκῳ, καθ ̓ ἑκάτερον δὲ μέρος εἶχε δοκοὺς, μεσολεύκοις ἐμπετάσμασι πυργωτοῖς κατειλημένας, ἐν αἷς φατνώματα γραπτὰ κατὰ μέσον ἐτέτατο. Τῶν δὲ κιόνων οἱ μὲν τέσσαρες ὡμοίωντο φοίνιξιν, οἱ δ ̓ ἀνὰ μέσον θύρσων εἶχον φαντασίαν. Τούτων δ ̓ ἐκτὸς περίστυλος ἐπεποίητο σῦριγξ, ταῖς τρισὶ πλευραῖς καμαρωτὴν ἔχουσα στέγην, ἐν ᾗ τὴν τῶν κατακειμένων ἀκολουθίαν ἑστάναι συνέβαινεν. Ἧς τὸ μὲν ἐντὸς αὐλαίαις περιείχετο φοινικίναις, ἐπὶ δὲ τῶν ἀνὰ μέσον Χωρῶν δοραὶ θηρίων, παράδοξοι καὶ τῇ ποικιλίᾳ καὶ τοῖς μεγέθεσιν, ἐκρέμαντο. Τὸ δὲ περιέχον αὐτὴν ὕπαιθρον μυρρίναις καὶ δάφναις ἄλλοις τ ̓ ἐπιτηδείοις ἔρνεσιν ἐγεγόνει συνηρεφές. Τὸ δ ̓ ἔδαφος πᾶν ἄνθεσι κατεπέπαστο παντοίοις. Ἡ γὰρ Αἴγυπτος καὶ διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ ̓ ὥραν ἐνεστηκυῖαν ἐν ἑτέροις φυόμενα τόποις ἄφθονα γεννᾷ καὶ διὰ παντὸς, καὶ οὔτε ῥόδον οὔτε λευκόϊον οὔτ ̓ ἄλλο ῥᾳδίως ἄνθος ἐκλιπεῖν οὐδὲν οὐδέποτ ̓ εἴωθεν. Διὸ δὴ καὶ κατὰ μέσον χειμῶνα τῆς ὑποδοχῆς τότε γενηθείσης, παράδοξος ἡ φαντασία [τότε] τοῖς ξένοις κατέστη. Τὰ γὰρ εἰς μίαν εὑρεθῆναι στεφάνωσιν οὐκ ἂν δυνηθέντα ἐν ἄλλῃ πόλει ῥᾳδίως, ταῦτα καὶ τῷ πλήθει τῶν κατακειμένων ἐχορηγεῖτο εἰς τοὺς στεφάνους ἀφθόνως, καὶ εἰς τὸ τῆς σκηνῆς ἔδαφος κατεπέπαστο χύδην, θείου τινὸς ὡς ἀληθῶς ἀποτελοῦντα λειμῶνος πρόσοψιν. 26. «Διέκειτο δὲ ἐπὶ μὲν τῶν τῆς σκηνῆς σκηνῆς παραστάδων ζῷα μαρμάρινα τῶν πρώτων τεχνιτῶν ἑκατόν. Ἐν δὲ ταῖς ἀνὰ μέσον χώραις πίνακες τῶν Σικυωνικῶν ζωγράφων, ἐναλλὰξ δ ̓ ἐπίλεκτοι εἰκασίαι παντοῖαι, καὶ χιτῶνες χρυσοῦφεῖς, ἐφαπτίδες τε κάλλισται, τινὲς μὲν εἰκόνας ἔχουσαι τῶν βασιλέων ἐνυφασμένας, αἱ δὲ μυθικὰς διαθέσεις. Ὑπεράνω δὲ τούτων θυρεοὶ περιέκειντο ἐναλλὰξ, ἀργυροῖ τε καὶ χρυσοῖ. Ἐν δὲ ταῖς ἐπάνω τούτων χώραις, οὔσαις ὀκταπήχεσιν, ἄντρα κατεσκεύαστο, κατὰ μὲν τὸ μῆκος τῆς σκηνῆς ἓξ ἐν ἑκατέρᾳ πλευρᾷ, κατὰ πλάτος δὲ τέτταρα· συμπόσιά τε ἀντία ἀλλήλων ἐν αὐτοῖς τραγικῶν τε καὶ κωμικῶν καὶ σατυρικῶν ζῴων (προσώπων Preller.) ,ἀληθινὸν ἐχόντων ἱματισμὸν, οἷς παρέκειτο καὶ ποτήρια χρυσᾶ. Κατὰ μέσον δὲ τῶν ἄντρων νύμφαι ἐλείφθησαν, ἐν αἷς ἔκειντο Δελφικοὶ χρυσοῖ τρίποδες, ὑποστήματ ̓ ἔχοντες. Κατὰ δὲ τὸν ὑψηλότατον τόπον τῆς ὀροφῆς ἀετοὶ κατὰ πρόσωπον ἦσαν ἀλλήλων χρυσοῖ, πεντεκαιδεκαπήχεις τὸ μέγεθος. Ἔκειντο δὲ κλῖναι σφιγγόποδες ἐν ταῖς δυσὶ πλευραῖς ἑκατόν· ἡ γὰρ κατὰ πρόσωπον ὄψις ἐφεῖτ ̓ ἀναπεπταμένη. Ταύταις δ ̓ ἀμφίταποι ἁλουργεῖς ὑπέστρωντο τῆς πρώτης ἐρέας, καὶ περιστρώματα ποικίλα, διαπρεπῆ ταῖς τέχναις, ἐπῆν. Ψιλαὶ δὲ Περσικαὶ τὴν ἀνὰ μέσον τῶν ποδῶν χώραν ἐκάλυπτον, ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῳδίων. Παρετέθησαν δὲ καὶ τρίποδες τοῖς κατακειμένοις χρυσοῖ, διακόσιος τὸν ἀριθμὸν, ὥστ ̓ εἶναι δύο κατὰ κλίνην, ἐπ ̓ ἀργυρῶν διέδρων. Ἐκ δὲ τῶν ὄπισθεν πρὸς τὴν ἄποψιν ἑκατὸν ἀργυραῖ λεκάναι, καὶ καταχύσηις ἴσαι, παρέκειντο. Ἐπεπήγει δὲ τοῦ συμποσίου καταντικρὺ καὶ ἑτέρα κλίνη πρὸς τὴν τῶν κυλικείων καὶ ποτηρίων τῶν τε λοιπῶν τῶν πρὸς τὴν χρῆσιν ἀνηκόντων κατασκευασμάτων ἔκθεσιν· ἃ δὴ πάντα χρυσᾶ τε ἦν καὶ διάλιθα, θαυμαστὰ ταῖς τέχναις. Τούτων δὲ τὴν μὲν κατὰ μέρος κατασκευὴν καὶ τὰ γένη μακρὸν ἐπεφαίνετό μοι δηλοῦν· τὸ δὲ τοῦ σταθμοῦ πλῆθος εἰς μύρια τάλαντ ̓ ἀργυρίου τὴν σύμπασαν εἶχε κατασκευήν. 27. «Ἡμεῖς δὲ, ἐπειδὴ τὰ κατὰ τὴν σκηνὴν διεληλύθαμεν, ποιησόμεθα καὶ τῆς πομπῆς ἐξήγησιν· ἤγετο γὰρ διὰ τοῦ κατὰ τὴν πόλιν σταδίου. Πρώτη δ ̓ ἐβάδιζεν Ἑωσφόρου· καὶ γὰρ ἀρχὴν εἶχεν ἡ πομπὴ, καθ ̓ ὃν ὁ προειρημένος ἀστὴρ φαίνεται χρόνον. Ἔπειθ ̓ ἡ τοῖς τῶν βασιλέων γονεῦσι κατωνομασμένη. Μετὰ δὲ ταύτας αἱ τῶν θεῶν ἁπάντων, οἰκείαν ἔχουσαι τῆς περὶ ἑκάστων αὐτῶν ἱστορίας διασκευήν. Τὴν δὲ τελευταίαν Ἑσπέρου συνέβαινεν εἶναι, τῆς ὥρας εἰς τοῦτο συναγούσης τὸν καιρόν. Τὰ δὲ κατὰ μέρος αὐτῶν εἴ τις εἰδέναι βούλεται, τὰς τῶν πεντετηρίδων γραφὰς λαμβάνων ἐπισκοπείτω. Τῆς δὲ Διονυσιακῆς πομπῆς πρῶτοι μὲν προῄεσαν οἱ τὸν ὄχλον ἀνείργοντες Σειληνοὶ, πορφυρᾶς χλαμύδας, οἱ δὲ φοινικίδας, ἠμφιεσμένοι. Τούτοις δ ̓ ἐπηκολούθουν Σάτυροι, καθ ̓ ἕκαστον τοῦ σταδίου μέρος εἴκοσι, λαμπάδας φέροντες κισσίνας διαχρύσους. Μεθ ̓ οὓς Νῖκαι, χρυσᾶς ἔχουσαι πτέρυγας. Ἔφερον δ ̓ αὗται θυμιατήρια ἑξαπήχη, κισσίνοις χρυσοῖς κλωσὶ διακεκοσμημένα, ζῳωτοὺς ἐνδεδυκυῖαι χιτῶνας, αὐταὶ δὲ πολὺν κόσμον χρυσοῦν περικείμεναι. Μετὰ δὲ ταύτας εἴπετο βωμὸς ἑξάπηχυς διπλοῦς, κισσίνῃ φυλλάδι διαχρύσῳ πεπυκασμένος, ἔχων ἀμπέλινον χρυσοῦν στέφανον, μεσολεύκοις μίτραις κατειλημένον. Ἐπηκολούθουν δ ̓ αὐτῷ παῖδες, ἐν χιτῶσι πορφυροῖς λιβανωτὸν καὶ σμύρναν, ἔτι δὲ κρόκον, ἐπὶ χρυσῶν μαζονόμων φέροντες, ἑκατὸν εἴκοσι. Μεθ ̓ οὓς Σάτυροι τεσσαράκοντα, ἐστεφανωμένοι κισσίνοις χρυσοῖς στεφάνοις· τὰ δὲ σώματα οἱ μὲν ἐκέχριντο ὀστρείῳ, τινὲς δὲ μίλτῳ καὶ χρώμασιν ἑτέροις. Ἔφερον δὲ καὶ οὗτοι στέφανον χρυσοῦν, ἐξ ἀμπέλου καὶ κισσοῦ εἰργασμένον. Μεθ ̓ οὓς Σειληνοὶ δύο ἐν πορφυρᾶς χλαμύσι καὶ κρηπῖσι λευκαῖς. Εἶχε δ ̓ αὐτῶν ὁ μὲν πέτασον καὶ κηρύκειον χρυσοῦν, ὁ δὲ σάλπιγγα. Μέσος δὲ τούτων ἐβάδιζεν ἀνὴρ, μείζων τετράπηχυς, ἐν τραγικῇ διαθέσει καὶ προσώπῳ, φέρων χρυσοῦν Ἀμαλθείας κέρας· ὃς προσηγορεύετο Ἐνιαυτός. Ὧ γυνὴ περικαλλεστάτη κατὰ τὸ μέγεθος εἵπετο, πολλῷ χρυσῷ καὶ διαπρεπεῖ κεκοσμημένη, φέρουσα τῇ μὲν μιᾷ τῶν χειρῶν στέφανον περσαίας, τῇ δ ̓ ἑτέρᾳ ῥάβδον φοίνικος· ἐκαλεῖτο δὲ αὕτη Πεντετηρίς. Ταύτῃ δ ̓ ἐπηκολούθουν Ὧραι τέσσαρες διεσκευασμέναι, καὶ ἑκάστη φέρουσα τοὺς ἰδίους καρπούς. Ἐχόμενα τούτων θυμιατήρια δύο κίσσινα ἐκ χρυσοῦ, ἑξαπήχη, καὶ βωμὸς ἀνὰ μέσον τούτων τετράγωνος χρυσοῦ. Καὶ πάλιν Σάτυροι, στεφάνους ἔχοντες κισσίνους χρυσοῦς, φοινικίδας περιβεβλημένοι· ἔφερον δ ̓ οἱ μὲν οἰνοχόην χρυσῆν, οἱ δὲ καρχήσιον. Μεθ ̓ οὓς ἐπορεύετο Φιλίσκος ὁ ποιητὴς, ἱερεὺς ὢν Διονύσου, καὶ πάντες οἱ περὶ τὸν Διόνυσον τεχνῖται. Τούτων δ ̓ ἐφεξῆς ἐφέροντο Δελφικοὶ τρίποδες, ἆθλα τοῖς τῶν ἀθλητῶν χορηγοῖς· ὁ μὲν παιδίσκων, ἐννέα πηχῶν τὸ ὕψος, ὁ δὲ πηχῶν δώδεκα, ὁ τῶν ἀνδρῶν. «Μετὰ τούτους τετράκυκλος πηχῶν τεσσαρεσκαίδεκα, ὀκτὼ δὲ τὸ πλάτος, ἤγετο ὑπὸ ἀνδρῶν ὀγδοήκοντα καὶ ἑκατὸν, ἐπὶ δὲ ταύτης ἐπῆν ἄγαλμα Διονύσου δεκάπηχυ, σπένδον ἐκ καρχησίου χρυσοῦ, χιτῶνα πορφυροῦν ἔχον διάπεζον, καὶ ἐπ ̓ αὐτοῦ κροκωτὸν διαφανῆ· περιεβέβλητο δὲ ἱμάτιον πορφυροῦν χρυσοποίκιλον. Προέκειτο δὲ αὐτοῦ κρατὴρ Λακωνικὸς χρυσοῦς μετρητῶν πεντεκαίδεκα καὶ τρίπους χρυσοῦς, ἐφ ̓ οὗ θυμιατήριον χρυσοῦν καὶ φιάλαι δύο χρυσαῖ, κασσίας μεσταὶ καὶ κρόκου. Περιέκειτο δ ̓ αὐτῷ καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου καὶ τῆς λοιπῆς ὀπώρας κεκοσμημένη· προσήρτηντο δὲ καὶ στέφανοι, καὶ ταινίαι, καὶ θύρσοι, καὶ τύμπανα, καὶ μίτραι, πρόσωπά τε σατυρικὰ καὶ κωμικὰ καὶ τραγικά. Τῇ δὲ τετρακύκλῳ ἱερεῖς καὶ ἱέρειαι, καὶ πέρσεις τελεταὶ (αἱ περὶ τὰς τελετὰς conj. Preller.) καὶ θίασοι παντοδαποὶ, καὶ τὰ λίκνα φέρουσαι. Μετὰ δὲ ταῦτα Μακέται, αἱ καλούμεναι Μιμαλλόνες, καὶ Βασσάραι καὶ Λυδαὶ, κατακεχυμέναι τὰς τρίχας, καὶ ἐστεφανωμέναι τινὲς μὲν ὄφεσιν, αἱ δὲ μίλαξι, καὶ ἀμπέλῳ, καὶ κισσῷ· κατεῖχον δὲ ταῖς χερσὶν αἱ μὲν ἐγχειρίδια, αἱ δὲ ὄφεις. Μετὰ δὲ ταύτας ἤγετο τετράκυκλος, πηχῶν ὀκτὼ πλάτος, ὑπὸ ἀνδρῶν ἑξήκοντα, ἐφ ̓ ἧς ἄγαλμα Νύσης ὀκτάπηχυ καθήμενον, ἐνδεδυκὸς μὲν θάψινον χιτῶνα χρυσοποίκιλον, ἱμάτιον δὲ ἠμφίεστο Λακωνικόν. Ἀνίστατο δὲ τοῦτο μηχανικῶς, οὐδενὸς τὰς χεῖρας προσάγοντος, καὶ σπεῖσαν ἐκ χρυσῆς φιάλης γάλα, πάλι9ν ἐκάθητο. Εἶχε δὲ ἐν τῇ ἀριστερᾷ θύρσον ἐστεμμένον μίτραις. Αὕτη δ ̓ ἐστεφάνωτο κισσίνῳ χρυσῷ, καὶ βότρυσι διαλίθοις πολυτελέσιν. Εἶχε δὲ σκιάδα, καὶ ἐπὶ τῶν γωνιῶν τῆς τετρακύκλου κατεπεπήγεσαν λαμπάδες διάχρυσοι τέτταρες. Ἑξῆς εἵλκετο ἄλλη τετράκυκλος, μῆκος πηχῶν εἴκοσι, πλάτος ἑκκαίδεκα, ὑπὸ ἀνδρῶν τριακοσίων· ἐφ ̓ ἦς κατεσκεύαστο ληνὸς, πηχῶν εἴκοσι τεσσάρων, πλάτος πεντεκαίδεκα, πλήρης σταφυλῆς. Ἐπάτουν· δὲ ἑξήκοντα Σάτυροι, πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον· ἐφειστήκει δ ̓ αὐτοῖς Σειληνός· καὶ δι ̓ ὅλης τῆς ὁδοῦ τὸ γλεῦκος ἔρρει. Ἑξῆς ἐφέρετο τετράκυκλος, μῆκος πηχῶν εἴκοσι πέντε, πλάτος τεσσαρεσκαίδεκα· ἤγετο δὲ ὑπὸ ἀνδρῶν ἑξακοσίων· ἐφ ̓ ἧς ἦν ἀσκὸς, τρισχιλίους ἔχων μετρητὰς, ἐκ παρδαλῶν δερμάτων ἐρραμμένος· ἔρρει δὲ καὶ οὗτος, κατὰ μικρὸν ἀνιέμενος, κατὰ πᾶσαν τὴν ὁδόν. Ἠκολούθουν δ ̓ αὐτῷ Σάτυροι καὶ Σειληνοὶ ἑκατὸν εἴκοσιν, ἐστεφανωμένοι, φέροντες οἱ μὲν οἰνοχόας, οἱ δὲ φιάλας, οἱ δὲ θηρικλείους μεγάλας, πάντα χρυσᾶ. (Cf. fr. 3.) «Ἐχομένως ἤγετο κρατὴρ, ἀργυροῦς ἑξακοσίους χωρῶν μετρητὰς, ἐπὶ τετρακύκλου ἑλκόμενος ὑπὸ ἀνδρῶν ἑξακοσίων. Εἶχε δὲ ὑπὸ τὰ χείλη καὶ τὰ ὦτα καὶ ὑπὸ τὴν βάσιν ζῷα τετορνευμένα, καὶ διὰ μέσου ἐστεφάνωτο στεφάνῳ χρυσῷ διαλίθῳ. Ἑξῆς ἐπεφέρετο κυλικεῖα ἀργυρᾶ δωδεκαπήχη δύο, ὕψος πηχῶν ἕξ. Ταῦτα δ ̓ εἶχεν ἄνω τε ἀκρωτήρια καὶ ἐν ταῖς γάστραις κύκλῳ, καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριημιπήχη καὶ πηχυαῖα, πλήθει πολλά. Καὶ λουτῆρες μεγάλοι δέκα, καὶ κρατῆρες ἑκκαίδεκα, ὧν οἱ μείζους ἐχώρουν μετρητὰς τριάκοντα, οἱ δ ̓ ἐλάχιστοι πέντε. Εἶτα λέβητες ἓξ, βανωτοὶ (μόνωτοι Preller.) εἴκοσι τέσσαρες, ἐπ ̓ ἐγγυθήκαις (cf. fr. 4) πέντε, καὶ ληνοὶ ἀργυραῖ δύο, ἐφ ̓ ὧν ἦσαν βῖκοι εἴκοσι τέσσαρες, τράπεζά τε ὁλάργυρος δωδεκάπηχυς, καὶ ἄλλαι ἑξαπήχεις τριάκοντα. Πρὸς δὲ τούτοις τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πηχῶν ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλιθοι κατὰ μέσον ὑπῆρχον. Μετὰ τούτους ἐφέροντο Δελφικοὶ τρίποδες ἀργυροῖ ὀγδοήκοντα τὸν ἀριθμὸν, ἐλάττους τῶν προειρημένων, ὧν αἱ γωνίαι τετράμετροι· ὑδρίαι εἴκοσι καὶ ἒξ, ἀμφορεῖς Παναθηναῖκοὶ ἑκκαίδεκα, ψυκτῆρες ἑκατὸν ἑξήκοντα· τούτων ὁ μέγιστος ἦν μετρητῶν ἓξ, ὁ δὲ ἐλάχιστος δύο. Ταῦτα μὲν οὖν ἅπαντα ἀργυρᾶ. «Ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσώματα φέροντες, κρατῆρας Λακωνικοὺς τέτταρας, ἔχοντας στεφάνους ἀμπελίνους. Τετραμέτρητοι ἕτεροι, Κορινθιουργεῖς δύο (οὗτοι δ ̓ εἶχον ἄνωθεν καθήμενα περιφανῆ τετορνευμένα ζῷα, καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραις πρόστυπα, ἐπιμελῶς πεποιημένα· ἐχώρει δ ̓ ἕκαστος μετρητὰς ὀκτώ) ἐπ ̓ ἐγγυθήκαις. Καὶ ληνὸς, ἐν ᾗ ἦσαν βῖκοι δέκα· ὁλκεῖα δύο, ἑκάτερον χωροῦν μετρητὰς πέτε· κώθωνες διμέτρητοι δύο (cf. fr. 5). ψυκτῆρες εἴκοσι δύο, ὧν ὁ μέγιστος ἐχώρει μετρητὰ τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. Ἐπόμπευσαν δὲ τρίποδες χρυσοῖ μεγάλοι τέτταρες. Καὶ χρυσωματοθήκη χρυσῆ διάλιθος, πηχῶν δέκα ὕψος, ἔχουσα βασμοὺς ἓξ, ἐν οἶς καὶ ζῷα τετραπάλαιστα, ἐπιμελῶς πεποιημένα, πολλὰ τὸν ἀριθμόν· καὶ κυλικεῖα δύο, καὶ ὑάλινα διάχρυσα δύο· ἐγγυθῆκαι χρυσαῖ τετραπήχεις δύο, ἄλλαι ἐλάττους τρεῖς, ὑδρίαι δέκα, βωμὸς τρίπηχυς, μαζονόμια εἴκοσι πέντε. Μετὰ δὲ ταῦτα ἐπορεύοντο παῖδες χίλιοι καὶ ἑξακόσιοι, ἐνδεδυκότες χιτῶνας λευκοὺς, ἐστεφανωμένοι οἱ μὲν κισσῷ, οἱ· δὲ πίτυί· ὧν διακόσιοι μὲν καὶ πεντήκοντα χοεῖς εἶχον χρυσοῦς, τετρακόσιοι δὲ ἀργυροῦς, ἕτεροι δὲ (??)ριακόσιοι καὶ εἴκοσι ψυκτήρια ἔφερον χρυσᾶ, οἱ δὲ ἀργυρᾶ. Μεθ ̓ οὓς ἄλλοι παῖδες ἔφερον κεράμια πρὸς τὴν τοῦ γλυκισμοῦ χρείαν· ὦν εἴκοσι μὲν ἦν χρυσᾶ, πεντήκοντα δὲ ἀργυρᾶ, τριακόσια δὲ κεκηρογραφημένα χρώμασι παντοίοις. Καὶ κερασθέντων ἐν ταῖς ὑδρίαις καὶ πίθοις πάντες κοσμίως ἐγλυκάνθησαν οἱ ἐν τῷ σταδίῳ.» Ἑξῆς τούτοις καταλέγει τετραπήχεις τραπέζας· ἐφ ̓ ὦν πολλὰ θέας ἄξια πολυτελῶς κατεσκευασμένα περιήγετο θεάματα. «Ἐν οἶς καὶ ὁ τῆς Σεμέλης θάλαμος, ἐν ᾧ ἔχουσι χιτῶνας τινὲς διαχρύσους καὶ λιθοκολλήτους τῶν πολυτιμήτων. Οὐκ ἄξιον δ ̓ ἦν παραλιπεῖν τήνδε τὴν τετράκυκλον, μῆκος οὖσαν πηχῶν εἴκοσι δύο, πλάτος τεσσαρεσκαίδεκα, ὑπὸ ἀνδρῶν ἑλκομένην πεντακοσίων· ἐφ ̓ ἧς ἄντρον ἦν βαθὸ καθ ̓ ὑπερβολὴν κισσῷ καὶ μίλτῳ. Ἐκ τούτου περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθ ̓ ὅλην ἐξίπταντο τὴν ὀδὸν, λημνίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. Ἀνέβλυζον δὲ ἐξ αὐτοῦ καὶ κρουνοὶ δύο, ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου. Πᾶσαι δ ̓ αἱ περὶ αὐτὸν Νύμφαι στεφάνους εἶχον χρυσοῦς· ὁ δὲ Ἑρμῆς καὶ κηρύκειον χρυσοῦν, ἐσθῆτας δὲ πολυτελεῖς. Ἐπὶ δὲ ἄλλης τετρακύκλου, ἣ περιεῖχε τὴν ἐξ Ἰνδῶν κάθοδον Διονύσου, Διόνυσος ἦν δωδεκάπηχυς, ἐπ ̓ ἐλέφαντος κατακείμενος, ἠμφιεσμένος προφυρίδα, καὶ στέφανον κισσοῦ καὶ ἀμπέλου χρυσοῦν ἔχων, εἶχεν ἐν ταῖς χερσὶ θυρσόλογχον χρυσοῦν· ὑπεδέδετο δ ̓ ἐμβάδας χρυσογραφεῖς. Προεκάθητο δ ̓ αὐτοῦ ἐπὶ τῷ τραχήλῳ τοῦ ἐλέφαντος σατυρίσκος πεντάπηχυς, ἐστεφανωμένος πίτυος στεφάνῳ χρυσῷ, τῇ δεξιᾷ αἰγείῳ κέρατι χρυσῷ σημαίνων. Ὁ δὲ ἐλέφας σκευὴν εἶχε χρυσῆν, καὶ περὶ τῷ τραχήλῳ κίσσινον χρυσοῦν στέφανον. Ἠκολούθουν δὲ τούτῳ παιδίσκαι πεντακόσιαι, κεκοσμημέναι χιτῶσι πορφυροῖς, χρυσῷ διεζωσμέναι. Ἐστεφάνωντο δὲ αἱ μὲν ἡγούμεναι ἑκατὸν εἴκοσι χρυσοῖς πιτυίνοις στεφάνοις, ἠκολούθουν δὲ αὐταῖς Σάτυροι ἑκατὸν εἴκοσι, πανοπλίας οἱ μὲν ἀργυρᾶς, οἱ δὲ χαλκᾶς ἔχοντες. Μετὰ δὲ τούτους ἐπορεύοντο ὄνων ἴλαι πέντε, ἐφ ̓ ὦν ἦσαν Σειληνοὶ καὶ Σάτυροι ἐστεφανωμένοι. Τῶν δὲ ὄνων οἱ μὲν χρυσᾶς, οἱ δὲ ἀργυρᾶς προμετωπίδας καὶ σκευασίας εἶχον. «Μετὰ δὲ τούτους ἐλεφάντων ἅρματα ἀφείθη εἴκοσι τέσσαρα, καὶ συνωρίδες τράγων ἑξήκοντα, κώλων δώδεκα, ὀρύγων ἑπτὰ, βουβάλων πεντεκαίδεκα, στρουθῶν συνωρίδες ὀκτὼ, ὀνελάφων ἑπτὰ, καὶ συνωρίδες τέσσαρες ὄνων ἀγρίων, ἅρματα τέσσαρα. Ἐπὶ δὲ πάντων τούτων ἀναβεβήκει παιδάρια, χιτῶνας ἔχοντα ἡνιοχικοὺς καὶ πετάσους. Παραναβεβήκει δὲ παιδισκάρια, διεσκευασμένα πελταρίοις καὶ θυρσολόγχοις, κεκοσμημένα ἱματίοις καὶ χρυσίοις. Ἐστεφάνωτο δὲ τὰ μὲν ἡνιοχοῦντα παιδάρια πίτυί, τὰ δὲ παιδισκάρια κισσῷ. Ἐπῆσαν δὲ καὶ συνωρίδες καμήλων, ἐξ ἑκατέρου μέρους τρεῖς· αἷς ἐπηκολούθουν ἀπῆναι ἡφ ̓ ἡμιόνων ἀγόμεναι. Αὗται δ ̓ εἶχον σκηνὰς βαρβαρικὰς, ἐφ ̓ ὦν ἐκάθηντο γυναῖκες Ἰνδαὶ καὶ ἕτεραι, κεκοσμημέναι ὡς αἰχμάλωτοι. Κάμηλοι δ ̓ αἱ μὲν ἔφερον λιβανωτοῦ μνᾶς τριακοσίας, σμύρνης τριακοσίας, κρόκου καὶ κασσίας καὶ κινναμώμου καὶ ἴριδος καὶ τῶν λοιπῶν ἀρωμάτων διακοσίας. Ἐχόμενοι τούτων ἦσαν Αἰθίοπες δωροφόροι, ὦν οἱ μὲν ἔφερον ὀδόντας ἑξακοσίους, ἕτεροι δὲ ἐβένου κορμοὺς δισχιλίους, ἄλλοι χρυσοῦ, καὶ ἀργυροῦς κρατῆρα ἑξήκοντα, καὶ ψήγματα χρυσίου. Μεθ ̓ οὓς ἐπόμπευσαν κυνηγοὶ δύο, ἔχοντες σιβύνας ἐπιχρύσους. Ἤγοντο δὲ καὶ κύνες δισχίλιοι τετρακόσιοι, οἱ μὲν Ἰνδοὶ, οἱ λοιποὶ δὲ Ὑρκανοὶ καὶ Μολοσσοὶ καὶ ἑτέρων γενῶν. Ἑξῆς ἄνδρες ἑκατὸν πεντήκοντα, φέροντες δένδρα, ἐξ ὧν ἀνήρτητο θηρία παντοδαπὰ καὶ ὄρνεα. Εἶτ ̓ ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ, καὶ ταῲ, καὶ μελεαγρίδες,καὶ φασιανοὶ ὄρνιθες, καὶ ἄλλοι Αἰθιοπικοὶ, πλήθει πολλοί.» (Cf. fr. 6.) Εἰπὼν δὲ καὶ ἄλλα πλεῖστα, καὶ καταλέξας ζῴων ἀγέλας, ἐπιφέρει· «Πρόβατα Αἰθιοπικὰ ἑκατὸν τριάκοντα, Ἀράβια τριακόσια, Εὐβοῖκὰ εἴκοσι, ὁλόλευκοι βόες Ἰνδικοὶ εἴκοσι ἓξ, Αἰθιοπικοὶ ὀκτὼ, ἄρκτος μὲν λευκὴ μεγάλη μία, παρδάλεις τεσσαρεκαίδεκα, πάνθηρες ἑκκαίδεκα, λυγκία τέσσαρα, ἄρκηλοι τρεῖς, καμηλοπάρδαλις μία, ῥινόκερως Αἰθιοπικὸς εἷς. «Ἑξῆς ἐπὶ τετρακύκλου Διόνυσος περὶ τὸν τῆς Ῥέας βωμὸν καταπεφευγὼς, ὅτε ὑπὸ Ἥρας ἐδιώκετο, στέφανον ἔχων χρυσοῦν, Πριάπου αὐτῷ παρεστῶτος, ἐστεφανωμένου χρυσῷ κισσίνῳ. Τὸ δὲ τῆς Ἥρας ἄγαλμα στεφάνην εἶχε χρυσῆν. Ἀλεξάνδρου δὲ καὶ Πτολεμαίου ἀγάλματα, ἐστεφανωμένα στεφάνοις κισσίνοις ἐκ χρυσοῦ. Τὸ δὲ τῆς Ἀρετῆς ἄγαλμα, τὸ παρεστὸς τῷ Πτολεμαίῳ, στέφανον εἶχεν ἐλαίας χρυσοῦν. Καὶ Πρίαπος δ ̓ αὐτοῖς συμπαρῆν, ἔχων στέφανον κίσσινον ἐκ χρυσοῦ. Κόρινθος δ ̓ ἡ πόλις, παρεστῶσα τῷ Πτολεμαίῳ, ἐστεφάνωτο διαδήματι χρυσῷ. Παρέκειντο δὲ πᾶσι τούτοις κυλικεῖον μεστὸν χρυσωμάτων, κρατήρ τε χρυσοῦς, μετρητῶν πέντε, Τῇ δὲ τετρακύκλῳ ταύτῃ ἠκολούθουν γυναῖκες, ἔχουσαι ἱμάτια πολυτελῆ καὶ κόσμον· προσηγορεύοντο δὲ πόλεις, αἵ τ ̓ ἀπ ̓ Ἰωνίας, καὶ λοιπαὶ Ἑλληνίδες, ὅσαι τὴν Ἀσίαν καὶ τὰς νήσους κατοικοῦσαι ὑπὸ τοὺς Πέρσας ἐτάχθησαν· ἐφόρουν δὲ πᾶσαι στεφάνους χρυσοῦς. Ἐφέρετο καὶ ἐπ ̓ ἄλλων τετρακύκλων θύρσος ἐνενηκοντάπηχυς χρυσοῦς, καὶ λόγχη ἀργυρᾶ ἑξηκοντάπηχυς, καὶ ἐν ἄλλῃ φαλλὸς χρυσοῦς, πηχῶν ἑκατὸν εἴκοσι, διαγεγραμμένος, καὶ διαδεδεμένος στέμμασι διαχρύσοις, ἔχων ἐπ ̓ ἄκρου ἀστέρα χρυσοῦν, οὗ ἦν ἡ περίμετρος πηχῶν ἕξ. «Πολλῶν οὖν καὶ ποικίλων εἰρημένων ἐν ταῖς πομπαῖς ταύταις, μόνα ἐξελεξάμεθα, ἐν οἷς ἦν χρυσὸς καὶ ἄργυρος. Καὶ γὰρ διαθέσεις πολλαὶ ἀκοῆς ἦσαν ἄξιαι, καὶ θηρίων πλήθη, καὶ ἵππων, καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες. Ἦσαν δὲ καὶ ἄλλαι τετράκυκλοι, οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλαί. Μεθ ̓ ἃς χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων· ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριακόσιοι, ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυσοῦς. Μεθ ̓ οὓς ταῦροι διῆλθον δισχίλιοι ὁμοιοχρώματοι, χρυσοκέρῳ, προμετωπίδας χρυσᾶς καὶ ἀνὰ μέσον στεφάνους ὅρμους τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες· ἦν δ ̓ ἅπαντα ταῦτα χρυσᾶ. «Καὶ μετὰ ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλλων θεῶν, καὶ ἐπὶ πᾶσιν Ἀλεξάνδρου, ὃς ἐφ ̓ ἅρματος ἐλεφάντων ἀληθινῶν ἐφέρετο χρυσοῦς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχων. Ἐπόμπευσαν δὲ καὶ θρόνοι πολλοὶ, ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατεσκευασμένοι· ὦν ἐφ ̓ ἑνὸς ἔκειτο στεφάνη χρυσῆ, ἐπ ̓ ἄλλου δίκερας χρυσοῦν, ἐπ ̓ ἄλλου δὲ ἦν στέφανος χρυσοῦς, καὶ ἐπ ̓ ἄλλου δὲ κέρας ὁλόχρυσον. Ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος θρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων κατεσκευασμένος χρυσῶν. Ἐπόμπευσε δὲ καὶ βωμοὶ δὲ ἐπίχρυσοι, ἐστεφανωμένοι χρυσοῖς στεφάνοις· ὦν ἑνὶ παρεπεπήγεσαν δᾷδες χρυσαῖ δεκαπήχεις τέσσαρες. Ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπίχρυσοι δώδεκα· ὧν ἡ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἡ δὲ πηχῶν πεντεκαίδεκα. Ἐπόμπευσαν δὲ καὶ Δελφικοὶ τρίποδες χρυσοῖ ἐννέα, ἐκ πηχῶν τεσσάρων· ἄλλοι ὀκτὼ, πηχῶν ἕξ· ἄλλος πηχῶν τριάκοντα, ἐφ ̓ οὗ ἦν ζῷα χρυσᾶ πενταπήχη, καὶ στέφανος κύκλῳ χρυσοῦς ἀμπέλινος. Παρῆλθον δὲ καὶ φοίνικες ἐπίχρυσοι ὀκταπήχεις ἑπτὰ, καὶ κηρύκειον ἐπίχρυσον πηχῶν τεσσαράκοντα πέντε, καὶ κεραυνὸς ἐπίχρυσος πηχῶν τεσσαράκοντα, ναός τε ἐπίχρυσος, οὗ ἡ περίμετρος πηχῶν τεσσαράκοντα· δίκερας πρὸς τούτοις ὀκτάπηχυ. Πολὺ δὲ καὶ ζῴων πλῆθος ἐπιχρύσων συνεπόμπευεν, ὧν ἦν τὰ πολλὰ δωδεκαπήχη· καὶ θηρία ὑπεράγοντα τοῖς μεγέθεσι, καὶ ἀετοὶ πηχῶν εἴκοσι. Στέφανοί τ ̓ ἐπίχρυσοι ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερός τε μυστικὸς χρυσοῦς, λίθοις πολυτελέσι κεκοσμημένος, ὀγδοηκοντάπηχυς· οὗτος δὲ περιετίθετο τῷ τοῦ Βερενικείου θυρώματι, αἰγίς τε ὁμοίως χρυσῆ. Ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσαῖ πάνυ πολλαὶ, ἃς ἔφερον παιδίσκαι πολυτελῶς κεκοσμημέναι· ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα ἑκκαίδεκα πηχῶν. Ἐπόμπευσε δὲ καὶ θώραξ χρυσοῦς πηχῶν δώδεκα, καὶ ἕτερος ἀργυροῦς πηχῶν ὀκτωκαίδεκα, ***ἐννέα, ἔχων ἐφ ̓ ἑαυτὸν κεραυνοὺς χρυσοῦς δεκαπήχεις δύο, καὶ στέφανον δρυὸς διάλιθον· ἀσπίδες χρυσαῖ εἴκοσι, πανοπλίαι χρυσαῖ ἑξήκοντα τέσσαρες, κνημῖδες χρυσαῖ τριπήχεις δύο, λεκάναι χρυσαῖ δώδεκα, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμὸν, οἰνοχόαι τριάκοντα, ἐξάλειπτρα μεγάλα δέκα, ὑδρίαι δώδεκα, μαζονόμια πεντήκοντα, τράπεζαι διάφοροι, κυλικεῖα χρυσωμάτων πέντε, κέρας ὁλόχρυσον πηχῶν τριάκοντα. Ταῦτα δὲ τὰ χρυσώματα ἐκτὸς ἦν τῶν ἐν τῇ τοῦ Διονύσου πομπῇ διενεχθέντων. Εἶτ ̓ ἀργυρωμάτων ἅμαξαι τετρακόσιαι, καὶ χρυσωμάτων εἴκοσι, ἀρωμάτων δὲ ὀκτακόσιαι. «Ἐπὶ δὲ πᾶσιν ἐπόμπευσαν αἱ δυνάμεις αἱ ἱππικαὶ καὶ πεζικαὶ, πᾶσαι καθωπλισμέναι θαυμασίως. Πεζοὶ μὲν ἐς πέντε μυριάδας καὶ ἑπτακισχιλίους καὶ ἑξακοσίους, ἱππεῖς δὲ δισμύριοι τρισχίλιοι διακόσιοι. Πάντες δ ̓ οὗτοι ἐπόμπευσαν, τὴν ἁρμόζουσαν ἑκάστῳ ἠμφιεσμένοι στολὴν, καὶ τὰς προσηκούσας ἔχοντες πανοπλίας. Ἐκτὸς δ ̓ ὧν πάντες οὗτοι εἶχον πανοπλιῶν, καὶ ἄλλαι πλεῖσται ἦσαν ἀποκείμεναι, ὧν οὐδὲ τὸν ἀριθμὸν ἀναγράψαι ῥᾴδιον·» Κατέλεξε δ ̓ αὐτὸν ὁ Καλλίξενος. «Ἐστεφανώθησαν δ ̓ ἐν τῷ ἀγῶνι καὶ στεφάνοις χρυσοῖς εἴκοσι Πτολεμαῖος δὲ ὁ πρῶτος καὶ Βερενίκη εἴκοσι τρισὶν ἐφ ̓ ἁρμάτων χρυσῶν καὶ τεμένεσιν ἐν Δωδώνῃ. Καὶ ἐγένετο τὸ δαπάνημα τοῦ νομίσματος τάλαντα δισχίλια διακόσια τριάκοντα ἐννέα, μναῖ πεντήκοντα· καὶ τκῦτ ̓ ἠριθμήθη πάντα παρὰ τοῖς οἰκονόμοις, διὰ τὴν τῶν στεφανούντων προθυμίαν, πρὸ τοῦ τὰς θέας παρελθεῖν. Ὁ δὲ Φιλάδελφος Πτολεμαῖος, υἱὸς αὐτῶν, εἴκοσι χρυσαῖς, δυσὶ μὲν ἐφ ̓ ἁρμάτων χρυσῶν, ἐπὶ δὲ κιόνων ἑξαπήχει μιᾷ, πενταπήχεσι πέντε, τετραπήχεσιν ἕξ.»