Ancient Greek
829.5
Carcinus Junior, Fragmenta 829.5
Unproofread scanNot analysed yet
ΑΛΟΠΗ Aristot. Eth. Nic. 7, 8 p. 1150 b 10: οὐ γὰρ εἰ τις ἰσχυρῶν καὶ ὑπερβαλλουσῶν ἡδονῶν ἥττᾶται ἢ λυπῶν, θαυμαστόν, ἀλλὰ συγγνωμονικόν, εἰ ἀντιτείνειν, ὥσπερ ὁ Θεοδέκτου Φιλοκτήτης ὑπὸ τοῦ ἕχεως πεπληγμένος ἢ ὁ Καρκίνου ἐν τῇ Ἀλόπῃ Κερκύων. Aspasius in Aristot. Eth. Nic. (7, 8 p. 1150 b 10) cuius verba edidit Val. Rose in Herm. 5 p. 105: ἔοικε δὲ καὶ Καρκίνος εἰσάγειν τὸν Κερκύωνα ἥττώμενον ὑπὸ μεγάλων ἡδονῶν (l. ὀδυνῶν). Schol. Aristot. in Anecd. Paris. vol. 1 p. 243, 20: ὁ Καρκίνος τραγικὸς ἦν. ὁ δὲ Κερκύων εἶχε θυγατέρα τὴν Ἀλόπην· μαθὼν δὲ ὅτι ἐμοιχεύθη ἢ αὐτοῦ θυγάτηρ Ἀλόπη, ἠρώτησεν αὐτὴν τίς ὁ μοιχεύσας, λέγων, εἰ μοι τοῦτον εἴποις, οὐδ᾿ ὅλως ἂν λυπηθείης. εἶτα εἰπούσης τῆς Ἀλόπης τὸν αὐτὴν μοιχεύσαντα οὐκέτι ὁ Κερκύων ὑπὸ τῆς λύπης ἔφερε τὸ ζῆν, ἀλλὰ τὸ ζῆν ἀπελέγετο.