Ancient Greek
830.4
Carcinus Junior, Fragmenta 830.4
Unproofread scanNot analysed yet
ΘΕΣΤΗΣ v. ΑΕΡΟΠΗ ΜΗΔΕΙΑ Aristot. Rhet. 2, 23 p. 1400 b 9: ἄλλος τόπος τὸ ἐκ τῶν ἀμαρτηθέντων κατηγορεῖν ἢ ἀπολογεῖσθαι, οἷον ἐν τῇ Καρκίνου Μηδείᾳ οἱ μὲν κατηγοροῦσιν ὅτι τοὺς παῖδας ἀπέκτεινεν, οὐ φαίνεσθαι γοῦν αὐτούς· ἤμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν ἀποστολὴν τῶν παίδων· ἢ δ᾽ ἀπολογεῖται ὅτι οὐκ ἂν τοὺς παῖδας, ἀλλὰ τὸν Ἰάσονα ἂν ἀπέκτεινεν· τοῦτο γὰρ ἤμαρτεν ἂν μὴ ποιήσασα, εἴπερ καὶ θάτερον ἐποίησεν.