Ancient Greek
32
Carmina Convivialia (Pmg), Fragmenta 32
Unproofread scanNot analysed yet
Νέστορα δὲ Fῶ παιδός. Τί ταὐτόν (ἐστιν) οὐδαμοῦ καὶ πανταχοῦ; Κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίει. Αἶνός τίς ἐστιν, ὡς ἀνήρ τε κοὐκ ἀνήρ ὄρνιθα κοὐκ ὄρνιθ’ ἰδών τε κοὐκ ἰδών ἐπὶ ξύλον τε κοὐ ξύλον καθημένην, λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι. Fr. 31 et 32. Athen. X 453 B: ἀρχαιότατος δ’ ἐστὶ λογικὸς γρῖφος καὶ τῆς τοῦ γριφεύειν φύσεως οἰκειότατος· Τί πάντες κτλ. (fr. 31) καὶ τί ταὐτὸν κτλ. (fr. 32) καὶ· τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάσσῃ; τοῦτο δ’ ἐστὶν ὁμωνυμία, καὶ γὰρ ὥριος καὶ ὄφις καὶ ἀετὸς καὶ κύων ἐστὶν ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. Τὸ δὲ χρόνον σημαίνει· ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ, διὰ τὸ μὴ ἐν ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν· τὸ δὲ προάγον ἐστὶ ψυχὰς (scribo παραψυχὰς) ἔχειν· τοῦτο γὰρ οὐδεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον. —Fr. 31. τί, B ὅτι. —Fr. 32. ἐστὶν addidit Meineke, nisi forte praestat τί ταὐτὸν οὐδαμοῦ τε χάμα πανταχοῦ. —Etiam tertium gryphi exemplum (quocum componas Aristoph. Vesp. 21) videtur numeris astrictum, Meineke septenarium restituit: Τί ταὐτόν ἐστ’ ἐν οὐρανῷ κἂν γῇ τε κἂν θαλάττῃ; Fr. 34. Schol. Plat. de Rep. V p. 479 C: Κλεάρχου γρῖφος· Αἶνός κτλ. et deinde: ἄλλως· Ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δ’ ὅμως, ὄρνιθα κοὐκ ὄρνιθα, ὄρνιθα δ’ ὅμως, ἐπὶ ξύλον τε κοὐ ξύλον καθημένην, λίθῳ βαλών τε κοὐ λίθῳ διώλεσεν· νυκτερίδα ὁ εὐνοῦχος νάρθηκος κισσήρει. (Similiter Schol. Aristot. IV p. 14, nisi quod ter ὄρνιν.) Plato ipse dicit: τῷ τῶν παίδων αἰνίγματι τῷ περὶ τοῦ εὐνούχου τῆς βολῆς πέρι τῆς νυκτερίδος. Affert etiam Eustath. Il. 713, 10, ubi v. 3: καθημένην τε κοὐ καθημένην, Suid. v. Αἶνος, ubi v. 2 ὄρνιθα· κοὐκ ὄρνιθα, ὄρνιθα δ’ ὅμως, v. 3 Bernhardy ἐπὶ ξύλον με, vulgo με deest, v. 4 libri λίθῳ με βαλὼν διώλεσεν. Re- spicit Trypho ap. Walz. Rhet. VIII 736, Choeroboscus περὶ τρόπων Rhet.