Ancient Greek · ~4 min
14 to 19
CARYSTIUS PERGAMENUS, Fragmenta 14-19
Not analysed yet
Ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ, τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. Σφαιρίζουσι δὲ παρ ̓ Ὁμήρῳ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες. Αὐτίκα Νίκη πέταται] Νεωτερικὸν τὸ τὴν Νίκην καὶ τὸν Ἔρωτα ἐπτερῶσθαι. Ἄρχεννον γάρ γάρ φασι, τὸν Βουβάλου καὶ Ἀθήνίδος πατέρα, οἱ δὲ Ἀγλαφῶντα, τὸν Θάσιον ζωγράφον, πτηνὴν ἐργάσασθαι τὴν Νίκην, ὡς οἱ περὶ Καρύστιον τὸν Περγαμηνόν φασιν. Κυανέων] Καρύστιος ὁ Περγαμηνός φησι Κυανέας μὲν ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας κεκλῆσθαι. Τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν. Νίκας δὲ ἔλαβεν (Σοφοκλῆς) εἴκοσιν, ὥς φησι Καρύστιος. Ἤκμασε δὲ ἐν τῷ εἴδει τούτῳ (sc. ἐν τῷ κιναιδολόγῳ) Σωτάδης ὁ Μαρωνίτης, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ αὐτοῦ Σωτάδου συγγράμματι, καὶ ὁ τοῦ Σωτάδου υἱὸς Ἀπολλώνιος.