Ancient Greek · ~2 min
Book 36, Chapter 18
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.18.2
Not analysed yet
μέντοι καὶ ἀντέπραξέ τι μὴ πείσας. ἄλλοις τε οὖν πολλοῖς ἐκεῖνος ἐλυμήνατο, καὶ Ἐλευθέραν τὴν πόλιν ἐκ προδοσίας ἑλὼν ἠργυρολόγησε· πύργον γάρ τινα οἱ προδιδόντες ἔκ τε πλίνθων πεποιημένον καὶ μέγιστον δυσμαχώτατόν τε ὄντα ὄξει συνεχῶς νυκτὸς διέβρεξαν, ὥστε θραυστὸν γενέσθαι. καὶ μετὰ τοῦτο Λάππαν, καίτοι τοῦ Ὀκταουίου αὐτὴν κατέχοντος, ἐκ προσβολῆς εἷλε, καὶ ἐκεῖνον μὲν οὐδὲν κακὸν εἰργάσατο, τοὺς δὲ δὴ