Ancient Greek · ~2 min
Book 36, Chapter 19
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.19.1
Not analysed yet
Κίλικας τοὺς σὺν αὐτῷ ὄντας ἔφθειρεν. ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Ὀκτάουιος οὐκέθʼ ἡσύχασεν, ἀλλὰ πρότερον μὲν τῷ τοῦ Σισέννου στρατῷ (νοσήσας γὰρ ἐκεῖνος ἐτεθνήκει) χρώμενος ἐπεβοήθει πῃ τοῖς κακουμένοις, ἔπειτα δʼ ἀνακομισθέντων αὐτῶν πρός τε τὸν Ἀριστίωνα ἐς Ἱεράπυδνα ἦλθε καὶ μετʼ αὐτοῦ ἐπολέμει· οὗτος γὰρ ὡς τότε ἐκ τῆς Κυδωνίας ἀπεχώρησε Λούκιόν τέ τινα Βάσσον ἀνταναχθέντα οἱ ἐνίκησε καὶ