Ancient Greek · ~2 min
Book 36, Chapter 19
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.19.3
Not analysed yet
νῆσον ἐχειρώσατο. Κρῆτες μὲν οὖν οὕτως, ἐλεύθεροί τε πάντα τὸν ἔμπροσθεν χρόνον γενόμενοι καὶ δεσπότην ὀθνεῖον μηδένα κτησάμενοι, κατεδουλώθησαν· Μέτελλος δὲ τὴν μὲν ἐπίκλησιν ἀπʼ αὐτῶν ἔλαβε, τὸν δὲ δὴ Πανάρη τόν τε Λασθένη (καὶ γὰρ ἐκεῖνον εἷλεν) οὐκ ἠδυνήθη πέμψαι ἐν τοῖς ἐπινικίοις· ὁ γὰρ Πομπήιος ἀναπείσας τῶν δημάρχων τινὰ προαφείλετο αὐτοὺς ὡς καὶ ἑαυτῷ κατὰ τὴν ὁμολογίαν, ἀλλʼ οὐκ ἐκείνῳ προσχωρήσαντας.