Ancient Greek · ~4 min
Book 36, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.20
Not analysed yet
λέξω δὲ ἤδη καὶ τὰ κατὰ τοῦτον πῶς ἐγένετο. οἱ καταποντισταὶ ἐλύπουν μὲν ἀεὶ τοὺς πλέοντας, ὥσπερ καὶ τοὺς ἐν τῇ γῇ οἰκοῦντας οἱ τὰς λῃστείας ποιούμενοι· οὐ γὰρ ἔστιν ὅτε ταῦτʼ οὐκ ἐγένετο, οὐδʼ ἂν παύσαιτό ποτε ἕως δἂν ἡ αὐτὴ φύσις ἀνθρώπων ᾖ. ἀλλὰ πρότερον μὲν ἔν τε τόποις τισὶ κἀν τῇ ὡραίᾳ μόνῃ, κατʼ ὀλίγους, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ ἐλῄστευον· τότε δέ, ἐξ οὗ πολλαχῇ τε ἅμα καὶ συνεχῶς ἐπολεμήθη, καὶ πολλαὶ μὲν πόλεις ἀνάστατοι ἐγένοντο, πᾶσι δὲ καὶ τοῖς διαφεύγουσιν αὐτῶν αἱ τιμωρίαι ἐπηρτῶντο καὶ ἀδεὲς οὐδενὶ οὐδὲν ἦν, πάμπολλοι πρὸς λῃστείαν ἐτράποντο. καὶ τὰ μὲν ἐν ταῖς ἠπείροις λῃστικά, ἅτε καὶ ἐν ὀφθαλμοῖς τῶν δήμων μᾶλλον ὄντα, καὶ τήν τε αἴσθησιν τῆς βλάβης ἐγγύθεν καὶ τὴν σύλληψιν οὐ πάνυ χαλεπὴν ἔχοντα, ῥᾷόν πως κατελύετο, τὰ δὲ ἐν τῇ θαλάσσῃ ἐπὶ πλεῖστον ἐπηυξήθη. τῶν γὰρ Ῥωμαίων πρὸς τοὺς ἀντιπολέμους ἀσχολίαν ἀγόντων ἐπὶ πολὺ ἤκμασαν, πολλαχόσε τε περιπλέοντες καὶ πάντας τοὺς ὁμοίους σφίσι προστιθέμενοι, ὥστε τινὰς αὐτῶν καὶ ἐν συμμαχίας λόγῳ συχνοῖς ἐπικουρῆσαι.