Ancient Greek
Book 36, Chapter 36
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.36.3
Not analysed yet
Ὥσθʼ ὅτι μὲν εἷς οὐδʼ ἂν δύναιτο τοσοῦτον ἅμα πόλεμον πολεμῆσαι, καὶ παρʼ αὐτοῦ Γαβινίου ὡμολόγηται· πολλοὺς γοῦν τῷ χειροτονηθησομένῳ συνεργοὺς ἀξιοῖ δοθῆναι. λοιπὴ δὲ δὴ σκέψις ἐστὶ πότερόν ποτε ἄρχοντας αὐτοὺς ἢ ὑπάρχοντας, καὶ στρατηγοὺς ἢ ὑποστρατήγους, καὶ πρὸς τοῦ δήμου παντὸς ἐπʼ αὐτοκράτορός τινος ἡγεμονίας ἢ πρὸς ἐκείνου μόνου ἐφʼ ὑπηρεσίᾳ αὐτοῦ, πεμφθῆναι