Ancient Greek · ~2 min
Book 36, Chapter 36
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.36.4
Not analysed yet
δεῖ. οὐκοῦν ὅτι μὲν καὶ νομιμώτερον καὶ συμφορώτερον καὶ πρὸς τἆλλα πάντα καὶ πρὸς αὐτοὺς τοὺς λῃστὰς τοῦθʼ ὅπερ ἐγὼ λέγω ἐστί, πᾶς ἄν τις ὑμῶν ὁμολογήσειε. χωρὶς δὲ τούτου καὶ ἐκεῖνο ὁρᾶτε οἷόν ἐστι, τὸ πάσας ὑμῶν τὰς ἄλλας ἀρχὰς ἐπὶ τῇ τῶν καταποντιστῶν προφάσει καταλυθῆναι, καὶ μηδεμίαν αὐτῶν μήτε ἐν τῇ Ἰταλίᾳ μήτε ἐν τῇ ὑπηκόῳ τὸν χρόνον τοῦτον ”