Ancient Greek · ~2 min
36.54.2 to 36.54.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.54.2-3
Not analysed yet
καὶ αὐτὸς μὲν ἐπὶ Μέτελλον Κέλερα, παρʼ ᾧ ὁ Τιγράνης ἦν, ἤλασεν, ἄλλους δὲ ἐπὶ τὸν Πομπήιον καὶ ἄλλους ἐπὶ Λούκιον Φλάκκον τὸν τῆς τριτημορίδος ἄρχοντα ἔπεμψεν, ὅπως πάντες ἅμα ταραχθέντες μὴ συμβοηθήσωσιν ἀλλήλοις. οὐ μὴν καὶ διεπράξατο οὐδαμόθι οὐδέν· ἐκεῖνόν τε γὰρ ὁ Κέλερ ἰσχυρῶς ἀπεκρούσατο, καὶ ὁ Φλάκκος ἐπειδὴ πολὺν τὸν περίβολον τῆς ταφρείας ὄντα ἀδύνατος ἦν ὑπὸ τοῦ μεγέθους σῶσαι, ἑτέραν ἔνδοθεν ἐποιήσατο, καὶ δόξαν ἀπʼ αὐτοῦ τοῖς ἐναντίοις ὡς καὶ φοβηθεὶς ἐμβαλών, ἐπεσπάσατο