Ancient Greek · ~2 min
Book 36, Chapter 54
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 36.54.4
Not analysed yet
αὐτοὺς εἴσω τῆς ἔξωθεν τάφρου, κἀνταῦθα μὴ προσδεχομένοις σφίσιν ἐπεκδραμὼν πολλοὺς μὲν ἐν χερσί, πολλοὺς δὲ καὶ φεύγοντας ἐφόνευσε. κἀν τούτῳ ὁ Πομπήιος προμαθών τε τὴν πείρασιν τῶν βαρβάρων ἣν ἐπὶ τοὺς ἄλλους ἐπεποίηντο, προαπήντησε τοῖς ἐφʼ ἑαυτὸν ἐπιοῦσιν ἀπροσδόκητος, καὶ κρατήσας ἐπὶ τὸν Ὀροίσην εὐθὺς ὥσπερ εἶχεν ἠπείχθη. καὶ ἐκεῖνον μὲν οὐ κατέλαβεν (ἀπωσθείς τε γὰρ ὑπὸ τοῦ Κέλερος καὶ μαθὼν καὶ τὰ τῶν ἄλλων πταίσματα