Ancient Greek
37.20.1 to 37.20.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.20.1-5
Not analysed yet
ταῦτα μὲν οὕτω παραδέδοται· Πομπήιος δὲ ἐπειδὴ καὶ ἐκεῖνα κατέπραξεν, πρός τε τὸν Πόντον αὖθις ἦλθε, καὶ παραλαβὼν τὰ τείχη ἔς τε τὴν Ἀσίαν κἀντεῦθεν ἐς τὴν Ἑλλάδα τήν τε Ἰταλίαν ἐκομίσθη. πολλὰς μὲν δὴ οὖν μάχας ἐνίκησε, πολλοὺς δὲ καὶ δυνάστας καὶ βασιλέας τοὺς μὲν προσεπολεμώσατο, τοὺς δὲ καὶ ὁμολογίᾳ προς1- εποιήσατο, πόλεις τε ὀκτὼ ἀπῴκισε, καὶ χώρας προσόδους τε συχνὰς τοῖς Ῥωμαίοις ἀπέδειξε, τά τε πλείω ἔθνη τῶν ἐν τῇ Ἀσίᾳ τῇ ἠπείρῳ τότε αὐτοῖς ὄντων νόμοις τε ἰδίοις καὶ πολιτείαις κατεστήσατο καὶ διεκόσμησεν, ὥστε καὶ δεῦρο αὐτοὺς τοῖς ὑπʼ ἐκείνου νομισθεῖσι χρῆσθαι. ἀλλὰ ταῦτα μέν, καίπερ μεγάλα τε ὄντα καὶ μηδενὶ τῶν πρόσθε Ῥωμαίων πραχθέντα, καὶ τῇ τύχῃ καὶ τοῖς συστρατευσαμένοις οἱ ἀναθείη ἄν τις· ὃ δὲ δὴ μάλιστα αὐτοῦ τε τοῦ Πομπηίου ἔργον ἐγένετο καὶ θαυμάσαι διὰ πάντων ἄξιόν ἐστι, τοῦτο νῦν ἤδη φράσω. πλείστην μὲν γὰρ ἰσχὺν καὶ ἐν τῇ θαλάσσῃ καὶ ἐν τῇ ἠπείρῳ ἔχων, πλεῖστα δὲ χρήματα ἐκ τῶν αἰχμαλώτων πεπορισμένος, δυνάσταις τε καὶ βασιλεῦσι συχνοῖς ᾠκειωμένος, τούς τε δήμους ὧν ἦρξε πάντας ὡς εἰπεῖν διʼ εὐνοίας εὐεργεσίαις κεκτημένος, δυνηθείς τʼ ἂν διʼ αὐτῶν τήν τε Ἰταλίαν κατασχεῖν καὶ τὸ τῶν Ῥωμαίων κράτος πᾶν περιποιήσασθαι, τῶν μὲν πλείστων ἐθελοντὶ ἂν αὐτὸν δεξαμένων, εἰ δὲ καὶ ἀντέστησάν τινες, ἀλλʼ ὑπʼ ἀσθενείας γε πάντως ἂν ὁμολογησάντων, οὐκ ἠβουλήθη τοῦτο