Ancient Greek · ~2 min
Book 37, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.20.6
Not analysed yet
ποιῆσαι, ἀλλʼ εὐθύς, ἐπειδὴ τάχιστα ἐς τὸ Βρεντέσιον ἐπεραιώθη, τὰς δυνάμεις πάσας αὐτεπάγγελτος, μήτε τῆς βουλῆς μήτε τοῦ δήμου ψηφισαμένου τι περὶ αὐτῶν, ἀφῆκεν, οὐδὲν οὐδὲ τοῦ ἐς τὰ νικητήρια αὐταῖς χρήσασθαι φροντίσας. ἐπειδὴ γὰρ τά τε τοῦ Μαρίου καὶ τὰ τοῦ Σύλλου ἐν μίσει τοῖς ἀνθρώποις ἠπίστατο ὄντα, οὐκ ἠθέλησε φόβον τινὰ αὐτοῖς οὐδʼ ἐπʼ ὀλίγας ἡμέρας, ὅτι τι τῶν ὁμοίων πείσονται, παρασχεῖν.