Ancient Greek · ~2 min
Book 37, Chapter 56
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.56.1
Not analysed yet
τούτων δὴ οὖν ἕνεκα καὶ ὁ Καῖσαρ τότε τε αὐτοὺς ὑπῆλθε καὶ μετὰ τοῦτο ἀλλήλοις κατήλλαξεν. οὔτε γὰρ δίχα τούτων δυνήσεσθαί τι ἀεὶ καὶ οὐκ ἂν θατέρῳ ποτὲ αὐτῶν προσκροῦσαι ἐνόμιζεν, οὔτʼ αὖ ἐφοβήθη μὴ καὶ συμφρονήσαντες κρείττους αὑτοῦ γένωνται· πάνυ γὰρ εὖ ἠπίστατο ὅτι τῶν μὲν ἄλλων εὐθὺς διὰ τῆς ἐκείνων φιλίας, αὐτῶν δʼ οὐ πολλῷ ὕστερον διʼ ἀλλήλων κρατήσοι.